Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα εἰς τὰς Ἀθήνας ἐξαπέστειλε τοὺς ἐξαιτήσοντας τῶν ῥητόρων δέκα τοὺς κατʼ αὐτοῦ πεπολιτευμένους, ὧν ὑπῆρχον ἐπιφανέστατοι Δημοσθένης καὶ Λυκοῦργος. συναχθείσης οὖν ἐκκλησίας καὶ τῶν πρεσβευτῶν εἰσαχθέντων εἰς τὸ πλῆθος ὁ μὲν δῆμος ἀκούσας τῶν λόγων εἰς πολλὴν ἀγωνίαν καὶ ἀπορίαν ἐνέπεσεν. ἅμα μὲν γὰρ ἔσπευδε τὸ τῆς πόλεως ἀξίωμα τηρεῖν, ἅμα δὲ διὰ τὴν Θηβαίων ἀπώλειαν ἐκπεπληγμένος τὸ δεινὸν περίφοβος καθειστήκει, νουθετούμενος τοῖς τῶν πλησιοχώρων ἀτυχήμασι.

πολλῶν δὲ λόγων γινομένων κατὰ τὴν ἐκκλησίαν Φωκίων μὲν ὁ χρηστός, ἀντιπολιτευόμενος τοῖς περὶ τὸν Δημοσθένην, ἔφη δεῖν τοὺς ἐξαιτουμένους μιμήσασθαι τὰς Λεὼ κόρας καὶ τὰς Ὑακινθίδας καὶ τὸν θάνατον ἑκουσίως ὑπομεῖναι ἕνεκα τοῦ μηδὲν ἀνήκεστον παθεῖν τὴν πατρίδα καὶ τὴν ἀνανδρίαν καὶ δειλίαν ὠνείδιζε τῶν μὴ βουλομένων ὑπὲρ τῆς πόλεως τελευτᾶν· ὁ δὲ δῆμος τοῦτον μὲν τοῖς θορύβοις ἐξέβαλε, προσάντως ἀκούων τοὺς λόγους,

Δημοσθένους δὲ λόγον πεφροντισμένον διελθόντος ὁ δῆμος εἰς συμπάθειαν τῶν ἀνδρῶν προαχθεὶς φανερὸς ἦν σώζειν βουλόμενος τοὺς ἄνδρας. ἐπὶ τελευτῆς δὲ Δημάδης, πεπεισμένος ὑπὸ τῶν περὶ Δημοσθένην, ὥς φασι, πέντε ταλάντοις ἀργυρίου, συνεβούλευε μὲν σώζειν τοὺς κινδυνεύοντας, παρανέγνω δὲ ψήφισμα γεγραμμένον φιλοτέχνως· περιεῖχε γὰρ παραίτησιν τῶν ἀνδρῶν καὶ ἐπαγγελίαν τοῦ κολάζειν κατὰ τοὺς νόμους, ἂν ὦσιν ἄξιοι τιμωρίας.

ὁ μὲν οὖν δῆμος ἀποδεξάμενος τὴν ἐπίνοιαν τοῦ Δημάδου τό τε ψήφισμα ἐκύρωσε καὶ τὸν Δημάδην μεθʼ ἑτέρων ἀπέστειλε πρεσβευτὴν πρὸς τὸν βασιλέα, δοὺς ἐντολὴν καὶ περὶ τῶν Θηβαίων φυγάδων ἀξιῶσαι τὸν Ἀλέξανδρον συγχωρῆσαι τῷ δήμῳ τοὺς πεφευγότας Θηβαίους ὑποδέχεσθαι.

ὁ δὲ Δημάδης πρεσβεύσας καὶ τῇ τοῦ λόγου δεινότητι πάντα κατεργασάμενος ἔπεισε τὸν Ἀλέξανδρον ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων καὶ τἄλλα πάντα συγχωρῆσαι τοῖς Ἀθηναίοις.