Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα ὁ Ἀλέξανδρος ὁρῶν τοὺς μὲν Θηβαίους ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζομένους, τοὺς δὲ Μακεδόνας κάμνοντας τῇ μάχῃ προσέταξε τοὺς ἐπὶ τῆς ἐφεδρίας τεταγμένους διαδέξασθαι τὸν ἀγῶνα. οἱ μὲν οὖν Μακεδόνες ἄφνω προσπεσόντες τοῖς Θηβαίοις κατακόποις βαρεῖς ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς ἀνῄρουν.

οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν. ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθʼ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας.

ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν.

τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δʼ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης· ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν.

ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων. οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον.