Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Ἀλέξανδρος τῶν Ὀλυμπίων ὄντων ἐκήρυξεν ἐν Ὀλυμπίᾳ τοὺς φυγάδας πάντας εἰς τὰς πατρίδας κατιέναι πλὴν τῶν ἱεροσύλων καὶ φονέων. αὐτὸς δʼ ἐπιλέξας τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἀπέλυσε τῆς στρατείας, ὄντας ὡς μυρίους.

πυνθανόμενος δὲ πολλοὺς αὐτῶν εἶναι καταδανείους ἐν ἡμέρᾳ μιᾷ τὰ δάνεια βραχὺ λείποντα τῶν μυρίων ταλάντων διέλυσεν. τῶν δʼ ἀπολειπομένων Μακεδόνων ἀπειθούντων καὶ κατὰ τὴν ἐκκλησίαν καταβοώντων παροξυνθεὶς κατηγόρησεν αὐτῶν τεθαρρηκότως. καταπληξάμενος δὲ τὸ πλῆθος ἐτόλμησεν αὐτὸς καταβὰς ἀπὸ τοῦ βήματος τοὺς αἰτιωτάτους τῆς ταραχῆς ταῖς ἰδίαις χερσὶ παραδοῦναι τοῖς ὑπηρέταις πρὸς τὴν τιμωρίαν.

ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς αὐξανομένης ὁ μὲν βασιλεὺς ἐκ τῶν ἐκλελεγμένων Περσῶν ἡγεμόνας κατέστησε καὶ τούτους προῆγεν ἐπὶ τὸ πρωτεῖον· οἱ δὲ Μακεδόνες μετανοήσαντες καὶ πολλὰ μετὰ δακρύων δεηθέντες μόγις ἔπεισαν τὸν Ἀλέξανδρον αὐτοῖς διαλλαγῆναι.