Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μόγις δὲ περάσας τὴν ἔρημον ἧκεν εἰς χώραν οἰκουμένην καὶ πάντων τῶν χρησίμων εὐποροῦσαν. ἐν ταύτῃ δὲ προσαναλαβὼν τὴν δύναμιν ἐφʼ ἑπτὰ μὲν ἡμέρας προῄει κεκοσμημένῃ τῇ δυνάμει πανηγυρικῶς καὶ Διονύσῳ κῶμον ἤγαγεν ἑορτάζων καὶ μέθῃ καὶ πότοις χρώμενος κατὰ τὴν ὁδοιπορίαν.

ἀπὸ τούτων δὲ γενόμενος, ἀκούσας ὅτι πολλοὶ τῶν βιαίως καὶ ὑβριστικῶς κεχρημένων ταῖς ἐξουσίαις παρανενομήκασι, πολλοὺς τῶν τε σατραπῶν καὶ στρατηγῶν τιμωρίας ἠξίωσεν. τῆς δʼ εἰς τοὺς παρανενομηκότας ἡγεμόνας μισοπονηρίας διαβοηθείσης πολλοὶ τῶν στρατηγῶν συνειδότες ἑαυτοῖς ὕβρεις καὶ παρανομίας εἰς φόβον ἐνέπιπτον καὶ τινὲς μὲν μισθοφόρους ἔχοντες ἀφίσταντο τοῦ βασιλέως, τινὲς δὲ χρήματα συσκευασάμενοι δρασμοὺς ἐποιοῦντο.

ταῦτα δὲ πυνθανόμενος ὁ βασιλεὺς πρὸς πάντας τοὺς κατὰ τὴν Ἀσίαν στρατηγοὺς καὶ σατράπας ἔγραψεν, ἐπειδὰν ἀναγνῶσι τὴν ἐπιστολήν, παραχρῆμα πάντας τοὺς μισθοφόρους ἀπολῦσαι.

κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ διʼ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν.

οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου.

οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις παραδόξους νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπʼ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δʼ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι·

ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.