Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ.

ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν. οὐ μὴν ἡ τύχη γε εἴασεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ.

ὅ τε γὰρ βασιλεὺς ἀλλοτριώτερον αἰεὶ διετέθη πρὸς αὐτόν, οἵ τε φίλοι τοῦ Ἀλεξάνδρου καὶ πάντες οἱ περὶ τὴν αὐλὴν Μακεδόνες, φθονοῦντες αὐτοῦ τῇ ἀρετῇ, ἔπεισαν μὲν τὸν ἐπὶ τῆς διακονίας τεταγμένον ὑποβαλεῖν ὑπὸ τὸ προσκεφάλαιον χρυσοῦν ποτήριον, αὐτοὶ δὲ κατὰ τὸν ἑξῆς πότον καταιτιασάμενοι κλοπὴν καὶ ποτήριον εὑρηκέναι προσποιηθέντες εἰς αἰσχύνην καὶ ἀδοξίαν ἤγαγον τὸν Διώξιππον.

ὁ δὲ θεωρῶν τὴν ἐπʼ αὐτὸν συνδρομὴν τῶν Μακεδόνων τότε μὲν ἐξῆλθεν ἐκ τοῦ πότου, μετʼ ὀλίγον δὲ ἐπὶ τὴν ἰδίαν κατάλυσιν παραγενόμενος καὶ γράψας πρὸς τὸν Ἀλέξανδρον ἐπιστολὴν περὶ τῶν καθʼ αὑτοῦ μεμηχανημένων ταύτην μὲν ἐνετείλατο τοῖς ἰδίοις δοῦναι τῷ βασιλεῖ, αὑτὸν δʼ ἐκ τοῦ ζῆν μετέστησεν, ἀβούλως μὲν εἰς τὴν μονομαχίαν συγκαταβάς, πολὺ δʼ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ποιησάμενος.

διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἄνοιαν ἐπιπλήττοντες ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν.

ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν χαλεπῶς μὲν ἤνεγκεν ἐπὶ τῇ τἀνδρὸς τελευτῇ καὶ πολλάκις ἐπεζήτησε τὴν ἀρετὴν αὐτοῦ καὶ παρόντι μὲν οὐ χρησάμενος, ἀπόντα δὲ ἐπιποθήσας ὅτε οὐδὲν ὄφελος ἔγνω τὴν καλοκἀγαθίαν τἀνδρὸς ἐκ τῆς τῶν διαβαλόντων κακίας.