Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Φίλιππος μὲν οὖν μέγιστος γενόμενος τῶν καθʼ ἑαυτὸν ἐπὶ τῆς Εὐρώπης βασιλέων καὶ διὰ τὸ μέγεθος τῆς ἀρχῆς ἑαυτὸν τοῖς δώδεκα θεοῖς σύνθρονον καταριθμήσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς, ἄρξας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι.

δοκεῖ δʼ οὗτος ὁ βασιλεὺς ἐλαχίστας μὲν εἰς τὴν μοναρχίαν ἀφορμὰς παρειληφέναι, μεγίστην δὲ τῶν παρʼ Ἕλλησι μοναρχιῶν κατακτήσασθαι, ηὐξηκέναι δὲ τὴν ἡγεμονίαν οὐχ οὕτω διὰ τῆς ἐν τοῖς ὅπλοις ἀνδραγαθίας ὡς διὰ τῆς ἐν τοῖς λόγοις ὁμιλίας καὶ φιλοφροσύνης.

φασὶ δὲ καὶ αὐτὸν τὸν Φίλιππον σεμνύνεσθαι μᾶλλον ἐπὶ τῇ στρατηγικῇ συνέσει καὶ τοῖς διὰ τῆς ὁμιλίας ἐπιτεύγμασιν ἤπερ ἐπὶ τῇ κατὰ τὰς μάχας ἀνδρείᾳ·

τῶν μὲν γὰρ κατὰ τοὺς ἀγῶνας κατορθωμάτων μετέχειν ἅπαντας τοὺς στρατευομένους, τῶν δὲ διὰ τῆς ὁμιλίας γινομένων ἐπιτευγμάτων αὐτὸν μόνον λαμβάνειν τὴν ἐπιγραφήν.

ἡμεῖς δʼ ἐπειδὴ πάρεσμεν ἐπὶ τὴν Φιλίππου τελευτήν, ταύτην μὲν τὴν βίβλον αὐτοῦ περιγράψομεν κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν, τῆς δʼ ἐχομένης ἀρχὴν τὴν Ἀλεξάνδρου παράληψιν τῆς βασιλείας ποιησάμενοι πειρασόμεθα περιλαβεῖν ἁπάσας αὐτοῦ τὰς πράξεις ἐν μιᾷ βίβλῳ.