Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετʼ ὀλίγας γὰρ ἡμέρας τοῦ Φιλίππου πρὸς Πλευρίαν τὸν τῶν Ἰλλυριῶν βασιλέα διαγωνιζομένου πρὸ τοῦ βασιλέως στὰς ἁπάσας τὰς φερομένας ἐπʼ αὐτὸν πληγὰς ἀνεδέξατο τῷ ἰδίῳ σώματι καὶ μετήλλαξεν.

διαβοηθείσης δὲ τῆς πράξεως ὁ μὲν Ἄτταλος, εἷς ὢν τῶν ἐξ αὐλῆς καὶ πολὺ δυναμένων παρὰ τῷ βασιλεῖ, ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Παυσανίαν καὶ πολὺν ἐμφορήσας ἄκρατον παρέδωκεν αὐτοῦ τὸ σῶμα τοῖς ὀρεωκόμοις εἰς ὕβριν καὶ παροινίαν ἑταιρικήν.

ὁ δὲ ἀνανήψας ἐκ τῆς μέθης καὶ τῇ τοῦ σώματος ὕβρει περιαλγὴς γενόμενος τοῦ Ἀττάλου κατηγόρησεν ἐπὶ τοῦ βασιλέως. ὁ δὲ Φίλιππος παρωξύνθη μὲν ἐπὶ τῇ παρανομίᾳ τῆς πράξεως, διὰ δὲ τὴν πρὸς Ἄτταλον οἰκειότητα καὶ τὴν εἰς τὸ παρὸν αὐτοῦ χρείαν οὐκ ἐβούλετο μισοπονηρεῖν·

ἦν γὰρ ὁ Ἄτταλος τῆς μὲν ἐπιγαμηθείσης γυναικὸς ὑπὸ τοῦ βασιλέως Κλεοπάτρας ἀδελφιδοῦς, ἐπὶ δὲ τῆς προαπεσταλμένης δυνάμεως εἰς τὴν Ἀσίαν στρατηγὸς προκεχειρισμένος, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσιν ἀνδρεῖος. διόπερ ὁ βασιλεὺς πραῧναι βουλόμενος τοῦ Παυσανίου τὴν ἐπὶ τῷ πάθει γεγενημένην δικαίαν ὀργὴν δωρεὰς ἀξιολόγους ἀπένειμεν αὐτῷ καὶ κατὰ τὴν σωματοφυλακίαν προῆγεν αὐτὸν ἐντίμως.