Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καθόλου δὲ πάντα τὰ κατὰ τὴν Σικελίαν εἰρηνικῶς καταστήσας ἐποίησε τὰς πόλεις ταχὺ λαβεῖν πολλὴν αὔξησιν πρὸς εὐδαιμονίαν. ἐκ πολλοῦ γὰρ χρόνου διὰ τὰς στάσεις καὶ τοὺς ἐμφυλίους πολέμους, ἔτι δὲ τὸ πλῆθος τῶν ἐπανισταμένων αἰεὶ τυράννων αἱ μὲν πόλεις ἔρημοι τῶν οἰκητόρων ἦσαν, αἱ δὲ χῶραι διὰ τὴν ἀργίαν ἐξηγρίωντο καὶ καρπῶν ἡμέρων ἄφοροι καθειστήκεισαν· τότε δὲ διὰ τὸ πλῆθος τῶν ἐπιπολασάντων οἰκητόρων καὶ διὰ τὴν πολυχρόνιον ἐπιγεγενημένην εἰρήνην ἐξημερώθησαν ταῖς ἐργασίαις καὶ πολλοὺς καὶ παντοδαποὺς ἐξήνεγκαν καρπούς. τούτους δʼ οἱ Σικελιῶται λυσιτελῶς πιπράσκοντες τοῖς ἐμπόροις ταχὺ προσανέδραμον ταῖς οὐσίαις.

τοιγαροῦν διὰ τὴν ἐκ τούτων εὐπορίαν πολλὰ καὶ μεγάλα κατεσκευάσθη κατʼ ἐκείνους τοὺς χρόνους ἀναθήματα, ἐν μὲν ταῖς Συρακούσσαις ὁ κατὰ τὴν Μῆσον οἶκος ὁ ἑξηκοντάκλινος ὀνομαζόμενος, τῶν κατὰ τὴν Σικελίαν ἔργων ὑπεραίρων τῷ μεγέθει καὶ τῇ κατασκευῇ, ὃν κατεσκεύασε μὲν Ἀγαθοκλῆς ὁ δυνάστης, διὰ δὲ τὸ βάρος τῶν ἔργων ὑπεραίρων τοὺς τῶν θεῶν ναοὺς ἐπισημασίας ἔτυχεν ὑπὸ τοῦ δαιμονίου κεραυνωθείς, οἵ τε παρὰ τὸν μικρὸν λιμένα πύργοι, τὰς μὲν ἐπιγραφὰς ἔχοντες ἐξ ἑτερογενῶν λίθων, σημαίνοντες δὲ τὴν τοῦ κατασκευάσαντος αὐτοὺς προσηγορίαν Ἀγαθοκλέους, ὁμοίως δὲ τούτοις μικρὸν ὕστερον ὑπὸ Ἱέρωνος τοῦ βασιλέως τό τε κατὰ τὴν ἀγορὰν Ὀλυμπιεῖον καὶ ὁ πλησίον τοῦ θεάτρου βωμός, τὸ μὲν μῆκος ὢν σταδίου, τὸ δʼ ὕψος καὶ πλάτος ἔχων τούτῳ κατὰ λόγον.

ἐν δὲ ταῖς ἐλάττοσι πόλεσιν, ἐν αἷς ἡ τῶν Ἀγυριναίων καταριθμεῖται, μετασχοῦσα τῆς τότε κληρουχίας διὰ τὴν προειρημένην ἐκ τῶν καρπῶν εὐπορίαν, θέατρον μὲν κατεσκεύασε μετὰ τὸ τῶν Συρακοσίων κάλλιστον τῶν κατὰ Σικελίαν, θεῶν τε ναοὺς καὶ βουλευτήριον καὶ ἀγοράν, ἔτι δὲ πύργων ἀξιολόγους κατασκευὰς καὶ τάφους πυραμίδων πολλῶν καὶ μεγάλων διαφόρων ταῖς φιλοτεχνίαις.