Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τέλος δὲ τῶν Καρχηδονίων οἱ μὲν τὸν ἱερὸν λόχον ἀναπληροῦντες καὶ τὸν μὲν ἀριθμὸν ὄντες δισχίλιοι καὶ πεντακόσιοι, ταῖς δʼ ἀρεταῖς καὶ δόξαις, ἔτι δὲ ταῖς οὐσίαις πρωτεύοντες ἅπαντες ἀγωνισάμενοι λαμπρῶς κατεκόπησαν.

τῶν δʼ ἄλλων τῶν συστρατευομένων αὐτοῖς ἀπέθανον πλείους τῶν μυρίων, αἰχμάλωτοι δʼ ἐλήφθησαν οὐκ ἐλάττους τῶν μυρίων καὶ πεντακισχιλίων. τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δʼ ἥλω· τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο.

τῶν δʼ ὅπλων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ διεφθάρη, ἐπὶ δὲ τὴν τοῦ Τιμολέοντος σκηνὴν χίλιοι μὲν θώρακες, ἀσπίδες δὲ πλείους τῶν μυρίων ἀπηνέχθησαν. τούτων δʼ ὕστερον τὰ μὲν ἐν τοῖς ἐν Συρακούσσαις ναοῖς ἀνετέθη, τὰ δὲ τοῖς συμμάχοις διεμερίσθη, τινὰ δʼ εἰς Κόρινθον Τιμολέων ἀπέστειλε, προστάξας εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἀναθεῖναι.

πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρʼ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.

τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν. τοσαύτη δʼ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδʼ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους.

οἱ δʼ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπʼ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως. εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν.

αὐτοὶ δʼ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας· ὑπακούσεσθαι δʼ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος. εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφʼ οἷς ἂν ᾖ δυνατὸν συνθέσθαι τὴν εἰρήνην.