Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα τῶν τὴν Ἀμφίπολιν οἰκούντων ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντων καὶ πολλὰς ἀφορμὰς δόντων εἰς πόλεμον ἐστράτευσεν ἐπʼ αὐτοὺς ἀξιολόγῳ δυνάμει. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανὰς καὶ προσβολὰς ἐνεργοὺς καὶ συνεχεῖς ποιησάμενος κατέβαλε μὲν τοῖς κριοῖς μέρος τι τοῦ τείχους, παρεισελθὼν δʼ εἰς τὴν πόλιν διὰ τοῦ πτώματος καὶ τῶν ἀντιστάντων πολλοὺς καταβαλὼν ἐκυρίευσε τῆς πόλεως καὶ τοὺς μὲν ἀλλοτρίως πρὸς αὐτὸν διακειμένους ἐφυγάδευσε, τοῖς δʼ ἄλλοις φιλανθρώπως προσηνέχθη.

ἡ δὲ πόλις αὕτη κειμένη κατὰ τῆς Θρᾴκης καὶ τῶν σύνεγγυς τόπων εὐφυῶς πολλὰ συνεβάλετο τῷ Φιλίππῳ πρὸς αὔξησιν. εὐθὺ γὰρ τὴν μὲν Πύδναν ἐχειρώσατο, πρὸς δὲ Ὀλυνθίους συμμαχίαν ἔθετο καὶ Ποτίδαιαν ὡμολόγησε περιποιήσειν αὐτοῖς, ὑπὲρ ἧς Ὀλύνθιοι πολλὴν σπουδὴν ἔσχον κυριεῦσαι τῆς πόλεως.

τῶν δʼ Ὀλυνθίων βαρεῖαν πόλιν οἰκούντων καὶ διὰ τὸ πλῆθος τῶν ἐν ταύτῃ ἐνοικούντων πολλὴν ἐχόντων ῥοπὴν εἰς τὸν πόλεμον περιμάχητος ἦν ἡ πόλις τοῖς ἡγεμονίας μείζονος ὀρεγομένοις. διόπερ οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος διεφιλοτιμοῦντο πρὸς ἀλλήλους περὶ τῆς τῶν Ὀλυνθίων συμμαχίας.

οὐ μὴν ἀλλʼ ὁ Φίλιππος Ποτίδαιαν ἐκπολιορκήσας τὴν μὲν τῶν Ἀθηναίων φρουρὰν ἐξήγαγεν ἐκ τῆς πόλεως καὶ φιλανθρώπως αὐτῇ προσενεγκάμενος ἐξαπέστειλεν εἰς τὰς Ἀθήνας· σφόδρα γὰρ εὐλαβεῖτο τὸν δῆμον τῶν Ἀθηναίων διὰ τὸ βάρος καὶ τὸ ἀξίωμα τῆς πόλεως. τὴν δὲ πόλιν ἐξανδραποδισάμενος παρέδωκε τοῖς Ὀλυνθίοις, δωρησάμενος ἅμα καὶ τὰς κατὰ τὴν χώραν κτήσεις.

μετὰ δὲ ταῦτα παρελθὼν ἐπὶ πόλιν Κρηνίδας ταύτην μὲν ἐπαυξήσας οἰκητόρων πλήθει μετωνόμασε Φιλίππους, ἀφʼ ἑαυτοῦ προσαγορεύσας, τὰ δὲ κατὰ τὴν χώραν χρύσεια μέταλλα παντελῶς ὄντα λιτὰ καὶ ἄδοξα ταῖς κατασκευαῖς ἐπὶ τοσοῦτον ηὔξησεν ὥστε δύνασθαι φέρειν αὐτῷ πρόσοδον πλεῖον ἢ ταλάντων χιλίων.

ἐκ δὲ τούτων ταχὺ σωρεύσας πλοῦτον αἰεὶ μᾶλλον διὰ τὴν εὐπορίαν τῶν χρημάτων εἰς ὑπεροχὴν μεγάλην ἤγαγε τὴν Μακεδονικὴν βασιλείαν· νόμισμα γὰρ χρυσοῦν κόψας τὸ προσαγορευθὲν ἀπʼ ἐκείνου Φιλίππειον μισθοφόρων τε δύναμιν ἀξιόλογον συνεστήσατο καὶ τῶν Ἑλλήνων πολλοὺς διὰ τούτου προετρέψατο προδότας γενέσθαι τῶν πατρίδων. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν, ἡμεῖς δʼ ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάσομεν τὸν λόγον.