Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεοφράστου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Μάρκον Οὐαλέριον καὶ Αὖλον Κορνήλιον, Ὀλυμπιὰς δʼ ἤχθη δεκάτη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Ἀντικλῆς Ἀθηναῖος.

ἐπὶ δὲ τούτων Φιλίππου Βυζάντιον πολιορκοῦντος Ἀθηναῖοι μὲν ἔκριναν τὸν Φίλιππον λελυκέναι τὴν πρὸς αὐτοὺς συντεθεῖσαν εἰρήνην· εὐθὺς δὲ καὶ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπεμψαν βοηθήσουσαν τοῖς Βυζαντίοις. ὁμοίως δὲ τούτοις Χῖοι καὶ Κῷοι καὶ Ῥόδιοι καί τινες ἕτεροι τῶν Ἑλλήνων συμμαχίαν ἐξέπεμψαν τοῖς Βυζαντίοις.

διόπερ ὁ Φίλιππος καταπλαγεὶς τῇ συνδρομῇ τῶν Ἑλλήνων τήν τε πολιορκίαν τῶν πόλεων ἔλυσε καὶ πρὸς Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας τοὺς ἐναντιουμένους συνέθετο τὴν εἰρήνην.

κατὰ δὲ τὴν Σικελίαν Καρχηδόνιοι μὲν μεγάλας παρασκευὰς εἰς τὸν πόλεμον πεποιημένοι διεβίβασαν τὰς δυνάμεις εἰς τὴν Σικελίαν. εἶχον δὲ τοὺς πάντας σὺν τοῖς προϋπάρχουσιν ἐν τῇ νήσῳ πεζοὺς μὲν πλείους τῶν ἑπτακισμυρίων, ἱππεῖς δὲ καὶ ἅρματα καὶ συνωρίδας οὐκ ἐλάττους τῶν μυρίων, ναῦς δὲ μακρὰς μὲν διακοσίας, φορτηγοὺς δὲ τὰς τοὺς ἵππους τε καὶ βέλη καὶ σῖτον καὶ τἄλλα κομιζούσας πλείους τῶν χιλίων.

Τιμολέων δὲ πυθόμενος τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως οὐ κατεπλάγη τοὺς βαρβάρους, καίπερ εἰς ὀλίγους στρατιώτας συνεσταλμένος. ἔχων δὲ πόλεμον πρὸς Ἱκέταν διελύσατο πρὸς αὐτὸν καὶ προσλαβόμενος τοὺς μετὰ τούτου στρατιώτας οὐ μετρίως ηὔξησε τὴν ἰδίαν δύναμιν.