Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

συνεβάλλετο δὲ τοῖς πολιορκουμένοις ἡ φύσις τῆς πόλεως πολλὰ πρὸς τὴν ὑπὲρ τῶν ὅλων νίκην. ἡ γὰρ Πέρινθος κεῖται μὲν παρὰ θάλατταν ἐπί τινος αὐχένος ὑψηλοῦ χερρονήσου σταδιαῖον ἐχούσης τὸν αὐχένα, τὰς δʼ οἰκίας ἔχει πεπυκνωμένας καὶ τοῖς ὕψεσι διαφερούσας.

αὗται δὲ ταῖς οἰκοδομαῖς αἰεὶ κατὰ τὴν εἰς τὸν λόφον ἀνάβασιν ἀλλήλων ὑπερέχουσι καὶ τὸ σχῆμα τῆς ὅλης πόλεως θεατροειδὲς ἀποτελοῦσι. διόπερ τῶν τειχῶν συνεχῶς καταβαλλομένων οὐδὲν ἠλαττοῦντο· διοικοδομοῦντες γὰρ τοὺς στενωποὺς ταῖς αἰεὶ κατωτάταις οἰκίαις ὥσπερ ὀχυροῖς τισι τείχεσιν ἐχρῶντο.

διόπερ ὁ Φίλιππος μετὰ πολλῶν πόνων καὶ κινδύνων τοῦ τείχους κρατήσας ἰσχυρότερον εὕρισκε τὸ τεῖχος τὸ διὰ τῶν οἰκιῶν αὐτομάτως ἡτοιμασμένον. πρὸς δὲ τούτοις ἐκ τοῦ Βυζαντίου πάντων τῶν πρὸς τὸν πόλεμον χρησίμων ἑτοίμως χορηγουμένων ἐμέρισε τὰς δυνάμεις εἰς δύο μέρη καὶ τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἀπέλιπεν ἐπὶ τῆς πολιορκίας, ἐπιστήσας αὐτοῖς τοὺς ἀρίστους ἡγεμόνας, τοὺς δʼ ἄλλους παραλαβὼν αὐτὸς προσέπεσεν ἄφνω τῷ Βυζαντίῳ καὶ πολιορκίαν ἰσχυρὰν συνεστήσατο.

οἱ δὲ Βυζάντιοι τῶν τε στρατιωτῶν καὶ τῶν βελῶν καὶ τῶν ἄλλων τῶν χρησίμων παρὰ τοῖς Περινθίοις ὄντων εἰς πολλὴν ἐνέπιπτον ἀμηχανίαν. καὶ τὰ μὲν περὶ Περινθίους καὶ Βυζαντίους ἐν τούτοις ἦν.

τῶν δὲ συγγραφέων Ἔφορος μὲν ὁ Κυμαῖος τὴν ἱστορίαν ἐνθάδε κατέστροφεν εἰς τὴν Περίνθου πολιορκίαν· περιείληφε δὲ τῇ γραφῇ πράξεις τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων ἀρξάμενος ἀπὸ τῆς τῶν Ἡρακλειδῶν καθόδου· χρόνον δὲ περιέλαβε ἐτῶν σχεδὸν ἑπτακοσίων καὶ πεντήκοντα καὶ βύβλους γέγραφε τριάκοντα, προοίμιον ἑκάστῃ προθείς.

Δίυλλος δʼ ὁ Ἀθηναῖος τῆς δευτέρας συντάξεως ἀρχὴν πεποίηται τῆς Ἐφόρου ἱστορίας τὴν τελευτὴν καὶ τὰς ἑξῆς πράξεις συνείρει τάς τε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μέχρι τῆς Φιλίππου τελευτῆς.