Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Λυκίσκου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Οὐαλέριον καὶ Μάρκον Ποπίλιον, Ὀλυμπιὰς δʼ ἤχθη ἑκατοστὴ καὶ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Ἀριστόλοχος Ἀθηναῖος. ἐπὶ δὲ τούτων Ῥωμαίοις μὲν πρὸς Καρχηδονίους πρῶτον συνθῆκαι ἐγένοντο.

κατὰ δὲ τὴν Καρίαν Ἰδριεὺς ὁ δυνάστης τῶν Καρῶν ἐτελεύτησεν ἄρξας ἔτη ἑπτά, τὴν δὲ ἀρχὴν διαδεξαμένη Ἄδα ἡ ἀδελφὴ καὶ γυνὴ ἐδυνάστευσεν ἔτη τέσσαρα.

κατὰ δὲ τὴν Σικελίαν Τιμολέων μὲν Ἀδρανίτας καὶ Τυνδαρίτας εἰς συμμαχίαν προσλαβόμενος στρατιώτας οὐκ ὀλίγους παρʼ αὐτῶν παρέλαβεν, ἐν δὲ ταῖς Συρακούσσαις πολλὴ ταραχὴ κατεῖχε τὴν πόλιν Διονυσίου μὲν τὴν Νῆσον ἔχοντος, Ἱκέτα δὲ τῆς Ἀχραδινῆς καὶ Νέας πόλεως κυριεύοντος, Τιμολέοντος δὲ τὰ λοιπὰ τῆς πόλεως παρειληφότος, καὶ Καρχηδονίων τριήρεσι μὲν ἑκατὸν καὶ πεντήκοντα καταπεπλευκότων εἰς τὸν μέγαν λιμένα, πεζοῖς δὲ στρατιώταις πεντακισμυρίοις κατεστρατοπεδευκότων. διόπερ τῶν περὶ τὸν Τιμολέοντα καταπεπληγμένων τὸ πλῆθος τῶν πολεμίων ἄλογός τις καὶ παράδοξος ἐγένετο μεταβολή·

πρῶτον μὲν γὰρ Μάρκος ὁ τῶν Καταναίων τύραννος δύναμιν ἀξιόλογον ἔχων προσέθετο τῷ Τιμολέοντι, ἔπειτα πολλὰ τῶν φρουρίων ὀρεγόμενα τῆς ἐλευθερίας ἀπέκλινε πρὸς αὐτόν, τὸ δὲ τελευταῖον Κορίνθιοι δέκα ναῦς πληρώσαντες χρήματά τε πορίσαντες ἐξαπέστειλαν εἰς τὰς Συρακούσσας.

ὧν πραχθέντων Τιμολέων μὲν ἐθάρρησεν, οἱ δὲ Καρχηδόνιοι φοβηθέντες ἀπέπλευσαν ἐκ τοῦ λιμένος ἀλόγως καὶ μετὰ πάσης τῆς δυνάμεως εἰς τὴν ἰδίαν ἐπικράτειαν ἀπηλλάγησαν.

μονωθέντος δὲ τοῦ Ἱκέτα Τιμολέων περιγενόμενος τῶν πολεμίων ἐκράτησε τῶν Συρακουσσῶν. εὐθὺς δὲ καὶ τὴν Μεσσήνην μετατεθειμένην πρὸς Καρχηδονίους ἀνεκτήσατο.

καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος πατρικὴν ἔχθραν διαδεδεγμένος πρὸς Ἰλλυριοὺς καὶ τὴν διαφορὰν ἀμετάθετον ἔχων ἐνέβαλεν εἰς τὴν Ἰλλυρίδα μετὰ πολλῆς δυνάμεως. πορθήσας δὲ τὴν χώραν καὶ πολλὰ τῶν πολισμάτων χειρωσάμενος μετὰ πολλῶν λαφύρων ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν.

μετὰ δὲ ταῦτα παρελθὼν εἰς τὴν Θετταλίαν καὶ τοὺς τυράννους ἐκ τῶν πόλεων ἐκβαλὼν ἰδίους ταῖς εὐνοίαις ἐποιήσατο τοὺς Θετταλούς· ἤλπιζε γὰρ τούτους ἔχων συμμάχους καὶ τοὺς Ἕλληνας ῥᾳδίως εἰς εὔνοιαν προτρέψασθαι· ὅπερ καὶ συνέβη γενέσθαι. εὐθὺς γὰρ οἱ πλησιόχωροι τῶν Ἑλλήνων συνενεχθέντες τῇ τῶν Θετταλῶν κρίσει συμμαχίαν προθύμως πρὸς αὐτὸν ἐποιήσαντο.