Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Βοιωτίαν οἱ μὲν Φωκεῖς τρεῖς πόλεις ἔχοντες ὠχυρωμένας, Ὀρχομενὸν καὶ Κορώνειαν καὶ Κορσίας, ἐκ τούτων ἐποιοῦντο τὴν ἐπὶ τοὺς Βοιωτοὺς στρατείαν. εὐπορούμενοι δὲ μισθοφόρων τήν τε χώραν ἐδῄουν καὶ κατὰ τὰς ἐπιθέσεις καὶ συμπλοκὰς περιεγίνοντο τῶν ἐγχωρίων.

διόπερ οἱ Βοιωτοὶ θλιβόμενοι μὲν τῷ πολέμῳ καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπολωλεκότες, χρημάτων δὲ ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν Φίλιππον ἀξιοῦντες βοηθῆσαι.

ὁ δὲ βασιλεὺς ἡδέως ὁρῶν τὴν ταπείνωσιν αὐτῶν καὶ βουλόμενος τὰ Λευκτρικὰ φρονήματα συστεῖλαι τῶν Βοιωτῶν ὀλίγους ἀπέστειλε στρατιώτας, αὐτὸ μόνον φυλαττόμενος τὸ μὴ δοκεῖν περιορᾶν τὸ μαντεῖον σεσυλημένον.

τῶν δὲ Φωκέων οἰκοδομούντων φρούριον περὶ τὰς ὀνομαζομένας Ἄβας, καθʼ ἅς ἐστιν Ἀπόλλωνος ἅγιον ἱερόν, ἐστράτευσαν ἐπʼ αὐτοὺς οἱ Βοιωτοί. εὐθὺ δʼ αὐτῶν οἱ μὲν εἰς τὰς ἔγγιστα πόλεις φυγόντες διεσπάρησαν, οἱ δʼ εἰς τὸν νεὼ τοῦ Ἀπόλλωνος καταφυγόντες εἰς πεντακοσίους ἀπώλοντο.

πολλὰ μὲν οὖν καὶ ἄλλα θεῖα περὶ τοὺς Φωκεῖς συνέβη γενέσθαι περὶ τούτους τοὺς χρόνους, μάλιστα δὲ τὸ μέλλον λέγεσθαι. οἱ γὰρ εἰς τὸν νεὼ καταφυγόντες ὑπέλαβον διὰ τῆς τῶν θεῶν ἐπικουρίας σωθήσεσθαι, τοὐναντίον δὲ θείᾳ τινὶ προνοίᾳ τῆς προσηκούσης τοῖς ἱεροσύλοις τιμωρίας ἔτυχον·

πολλῆς γὰρ οὔσης στιβάδος περὶ τὸν νεὼ καὶ πυρὸς ἐν ταῖς σκηναῖς τῶν πεφευγότων ἀπολελειμμένου συνέβη τῆς στιβάδος ἐκκαυθείσης τοσαύτην ἐξαφθῆναι φλόγα παραδόξως ὥστε τὸν ναὸν καὶ τοὺς καταπεφευγότας εἰς αὐτὸν Φωκεῖς ζῶντας καταφλεχθῆναι. τοῖς γὰρ ἱεροσύλοις ἔδοξε τὸ θεῖον μὴ διδόναι τὴν ἐκ τῆς ἱκεσίας συγχωρουμένην ἀσφάλειαν.