Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διόπερ τῶν ἑαυτοῦ θεραπόντων τὸν πιστότατον Θετταλίωνα λάθρᾳ τῶν Σιδωνίων ἐξέπεμψε πρὸς τὸν Ἀρταξέρξην ἐπαγγελλόμενος αὐτῷ τὴν μὲν Σιδῶνα παραδώσειν, τὴν δʼ Αἴγυπτον συνεκπολεμήσειν, μεγάλα δʼ αὐτῷ συνεργήσειν ἔμπειρον ὄντα τῶν κατὰ τὴν Αἴγυπτον τόπων καὶ τὰς κατὰ τὸν Νεῖλον ἀποβάσεις ἀκριβῶς εἰδότα.

ὁ δὲ βασιλεὺς ἀκούσας τοῦ Θετταλίωνος τὰ κατὰ μέρος ἥσθη διαφερόντως καὶ τῶν μὲν κατὰ τὴν ἀπόστασιν ἐγκλημάτων ἀπολύσειν ἔφη τὸν Τέννην, πράξαντος δʼ αὐτοῦ τὰ καθωμολογημένα μεγάλας δωρεὰς δώσειν ἐπηγγείλατο. εἰπόντος δὲ τοῦ Θετταλίωνος ὡς καὶ δεξιὰν λαβεῖν ὁ Τέννης ἠξίωσεν, ἐπὶ τούτοις ὁ μὲν βασιλεὺς ὀργισθεὶς ὡς οὐ πιστευόμενος παρέδωκε τὸν Θετταλίωνα τοῖς ὑπηρέταις καὶ προσέταξεν ἀφελεῖν τὴν κεφαλήν·

ἐπεὶ δʼ ἀπαγόμενος ὁ Θετταλίων ἐπὶ τὴν τιμωρίαν τοσοῦτον εἶπεν ὅτι Σὺ μέν, ὦ βασιλεῦ, πράξεις ὃ θέλεις, ὁ μέντοι Τέννης δυνάμενος ἅπαντα καταπρᾶξαι διὰ τὸ μὴ δοῦναί σε τὴν πίστιν οὐδὲν μὴ συντελέσει τῶν ἐπηγγελμένων, πάλιν ἀκούσας τούτων μετενόησε καὶ μετακαλεσάμενος τοὺς ὑπηρέτας ἀφεῖναι προσέταξε καὶ τὴν δεξιὰν ἔδωκε τῷ Θετταλίωνι· ἔστι δʼ ἡ πίστις αὕτη βεβαιοτάτη παρὰ τοῖς Πέρσαις. οὗτος μὲν οὖν παρελθὼν εἰς Σιδῶνα τὰ πεπραγμένα τῷ Τέννῃ λάθρᾳ τῶν Σιδωνίων ἀπήγγειλεν,

ὁ δὲ βασιλεὺς ἐν μεγάλῳ τιθέμενος τὸ κρατῆσαι τῆς Αἰγύπτου διὰ τὸ πρότερον ἐλάττωμα πρεσβευτὰς ἀπέστειλε πρὸς τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων, ἀξιῶν συστρατεῦσαι τοῖς Πέρσαις ἐπʼ Αἰγυπτίους. Ἀθηναῖοι μὲν οὖν καὶ Λακεδαιμόνιοι τὴν φιλίαν ἔφασαν τὴν πρὸς Πέρσας τηρεῖν, συμμαχίαν δὲ ἀποστέλλειν ἀντεῖπαν.

Θηβαῖοι δὲ στρατηγὸν ἑλόμενοι Λακράτην ἐξαπέστειλαν μετὰ χιλίων ὁπλιτῶν. Ἀργεῖοι δὲ τρισχιλίους στρατιώτας ἐξέπεμψαν, στρατηγὸν δὲ αὐτοὶ μὲν οὐχ εἵλαντο, τοῦ δὲ βασιλέως κατʼ ὄνομα τὸν Νικόστρατον στρατηγὸν αἰτησαμένου συνεχώρησαν.

ἦν γὰρ ὁ ἀνὴρ οὗτος ἀγαθὸς καὶ πρᾶξαι καὶ βουλεύσασθαι, μεμιγμένην δʼ ἔχων τῇ φρονήσει μανίαν· τῇ γὰρ τοῦ σώματος ῥώμῃ διαφέρων ἐμιμεῖτο τὸν Ἡρακλέα κατὰ τὰς στρατείας καὶ λεοντῆν ἐφόρει καὶ ῥόπαλον ἐν ταῖς μάχαις.

ὁμοίως δὲ τούτοις οἱ τὴν παραθαλάττιον τῆς Ἀσίας οἰκοῦντες Ἕλληνες ἀπέστειλαν στρατιώτας ἑξακισχιλίους, ὥστε τοὺς πάντας Ἕλληνας γενέσθαι συμμάχους μυρίους. πρὸ δὲ τῆς τούτων παρουσίας ὁ μὲν βασιλεὺς διεληλυθὼς τὴν Συρίαν καὶ παραγενόμενος εἰς τὴν Φοινίκην ἐστρατοπέδευσεν οὐ μακρὰν τῆς Σιδῶνος.

οἱ δὲ Σιδώνιοι κεχρονικότος τοῦ βασιλέως περὶ τὰς παρασκευὰς σίτου τε καὶ ὅπλων καὶ βελῶν πολλὴν ἐπιμέλειαν ἐποιήσαντο. ὁμοίως οὖν τὴν πόλιν τάφροις τριπλαῖς μεγάλαις καὶ τειχῶν ὑψηλῶν κατασκευαῖς περιειλήφεισαν.

εἶχον δὲ καὶ στρατιωτῶν ἱκανὸν πλῆθος πολιτικῶν ἐν γυμνασίαις καὶ πόνοις ἐνηθληκὸς καὶ ταῖς τῶν σωμάτων εὐεξίαις καὶ ῥώμαις διαφέρον. πλούτῳ δὲ καὶ ταῖς ἄλλαις χορηγίαις ἡ πόλις πολὺ προεῖχε τῶν κατὰ τὴν Φοινίκην πόλεων, τὸ δὲ μέγιστον τριήρεις καὶ πεντήρεις εἶχε πλείους τῶν ἑκατόν.