Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεέλλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Τίτον Κοΐντιον. ἐπὶ δὲ τούτων Θηβαῖοι κάμνοντες τῷ πρὸς Φωκεῖς πολέμῳ καὶ χρημάτων ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν τῶν Περσῶν βασιλέα, παρακαλοῦντες εἰσευπορῆσαι τῇ πόλει χρήματα·

ὁ δʼ Ἀρταξέρξης προθύμως ὑπακούσας ἔδωκεν αὐτοῖς δωρεὰν ἀργυρίου τάλαντα τριακόσια. τοῖς δὲ Βοιωτοῖς καὶ τοῖς Φωκεῦσιν ἀκροβολισμοὶ μὲν καὶ χώρας καταδρομαὶ συνέστησαν, πράξεις δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἄξιαι μνήμης οὐ συνετελέσθησαν.

κατὰ δὲ τὴν Ἀσίαν ὁ βασιλεὺς τῶν Περσῶν ἐν μὲν τοῖς ἐπάνω χρόνοις στρατεύσας ἐπʼ Αἴγυπτον πολλοῖς πλήθεσι στρατιωτῶν ἀπέτυχε, κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς πάλιν ἐπολέμησε τοῖς Αἰγυπτίοις καὶ πράξεις ἀξιολόγους κατεργασάμενος διὰ τῆς ἰδίας ἐνεργείας τὴν Αἴγυπτον ἀνεκτήσατο καὶ Φοινίκην καὶ Κύπρον.

ἵνα δὲ σαφῆ τὴν περὶ τούτων ἱστορίαν ποιήσωμεν, τὰς αἰτίας τοῦ πολέμου προεκθησόμεθα μικρὸν ἀναλαβόντες τοὺς οἰκείους χρόνους. τῶν γὰρ Αἰγυπτίων ἀπὸ Περσῶν ἀποστάντων κατὰ τοὺς ἀνωτέρω χρόνους Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος αὐτὸς μὲν οὐκ ὢν φιλοπόλεμος ἐφʼ ἡσυχίας ἔμενεν, ἀποστέλλων δὲ δυνάμεις καὶ στρατηγοὺς πολλάκις ἀπετύγχανε διὰ τὴν κακίαν καὶ ἀπειρίαν τῶν ἡγεμόνων.

διὸ καὶ καταφρονηθεὶς ὑπὸ τῶν Αἰγυπτίων ἠναγκάζετο καρτερεῖν διά τε τὴν ἀργίαν καὶ τὸ τῆς ψυχῆς εἰρηνικόν. κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς τῶν Φοινίκων καὶ τῶν ἐν Κύπρῳ βασιλέων μιμησαμένων τοὺς Αἰγυπτίους καὶ διὰ τὴν καταφρόνησιν ἐπὶ τὴν ἀπόστασιν ὁρμησάντων παροξυνθεὶς ἔκρινε πολεμεῖν τοὺς ἀφεστηκότας.

τὸ μὲν οὖν στρατηγοὺς ἐκπέμπειν ἀπεδοκίμασε, διʼ ἑαυτοῦ δὲ τοὺς ὑπὲρ τῆς βασιλείας ἀγῶνας ποιήσασθαι διέγνω. διόπερ ὅπλων καὶ βελῶν καὶ σίτου καὶ δυνάμεων μεγάλας παρασκευὰς ποιησάμενος ἤθροισε πεζῶν μὲν τριάκοντα μυριάδας, ἱππέων δὲ τρεῖς, τριήρεις δὲ τριακοσίας, φορτηγοὺς δὲ καὶ τὰς ἄλλας τὰς τὴν ἀγορὰν κομιζούσας πεντακοσίας.