Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος γὰρ νικήσας τὸν Ὀνόμαρχον ἐπιφανεῖ παρατάξει τήν τʼ ἐν Φεραῖς τυραννίδα καθεῖλε καὶ τῇ πόλει τὴν ἐλευθερίαν ἀποδοὺς καὶ τἄλλα τὰ κατὰ τὴν Θετταλίαν καταστήσας προῆγεν ἐπὶ τὰς Πύλας πολεμήσων τοῖς Φωκεῦσι.

κωλυσάντων δὲ τῶν Ἀθηναίων διελθεῖν τὰς παρόδους ἐπανῆλθεν εἰς Μακεδονίαν, ηὐξηκὼς ἑαυτοῦ τὴν βασιλείαν ταῖς τε πράξεσι καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ.

Φάυλλος δὲ στρατεύσας εἰς Λοκροὺς τοὺς ὀνομαζομένους Ἐπικνημιδίους τὰς μὲν ἄλλας πόλεις ἐχειρώσατο πάσας, μίαν δὲ τὴν ὀνομαζομένην Νάρυκα διὰ προδοσίας νυκτὸς παραλαβὼν πάλιν ἐξέπεσε καὶ τῶν στρατιωτῶν ἀπέβαλεν οὐκ ἐλάττους τῶν διακοσίων.

μετὰ δὲ ταῦτα στρατοπεδεύοντος αὐτοῦ περὶ τὰς ὀνομαζομένας Ἄβας οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσιν ἀνεῖλον αὐτῶν οὐκ ὀλίγους· ἐπαρθέντες δὲ τῷ προτερήματι παρῆλθον εἰς τὴν τῶν Φωκέων χώραν καὶ πολλὴν αὐτῆς πορθήσαντες ἤθροισαν λαφύρων πλῆθος.

ἐπανιόντων δʼ αὐτῶν καὶ τῇ Ναρυκαίων πόλει πολιορκουμένῃ βοηθούντων ἐπιφανεὶς ὁ Φάυλλος τούτους μὲν ἐτρέψατο, τὴν δὲ πόλιν ἑλὼν κατὰ κράτος διήρπασε καὶ κατέσκαψεν.

αὐτὸς δὲ περιπεσὼν νόσῳ φθινάδι καὶ πολὺν χρόνον ἀρρωστήσας ἐπιπόνως καὶ τῆς ἀσεβείας οἰκείως κατέστρεψε τὸν βίον, καταλιπὼν τῶν Φωκέων στρατηγὸν Φάλαικον τὸν Ὀνομάρχου υἱὸν τοῦ τὸν ἱερὸν πόλεμον ἐκκαύσαντος, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα· παρακατέστησε δʼ αὐτῷ ἐπίτροπον ἅμα καὶ στρατηγὸν Μνασέαν, ἕνα τῶν ἑαυτοῦ φίλων.

μετὰ δὲ ταῦτα οἱ Βοιωτοὶ νυκτὸς ἐπιθέμενοι τοῖς Φωκεῦσι τόν τε στρατηγὸν αὐτῶν Μνασέαν ἀπέκτειναν καὶ τῶν στρατιωτῶν εἰς διακοσίους. μετʼ ὀλίγον δʼ ἱππομαχίας γενομένης περὶ Χαιρώνειαν ὁ Φάλαικος ἡττηθεὶς ἀπέβαλε τῶν ἱππέων οὐκ ὀλίγους.