Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπῆρε δʼ αὐτὸν πρὸς τὴν ὑπόστασιν ταύτην ὄνειρος ἔμφασιν διδοὺς μεγάλης αὐξήσεώς τε καὶ δόξης· κατὰ γὰρ τὸν ὕπνον ἔδοξε τὸν κολοττὸν τὸν χαλκοῦν, ὃν ἀνέθηκαν ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλωνος οἱ Ἀμφικτύονες, ἀναπλάττειν εἰς ὕψος ταῖς ἰδίαις χερσὶ καὶ ποιῆσαι πολὺ μείζονα. ὑπέλαβεν οὖν αὐτῷ σημαίνεσθαι παρὰ τῶν θεῶν αὔξησιν δόξης ἔσεσθαι διὰ τῆς αὑτοῦ στρατηγίας· τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχε, τοὐναντίον δὲ παρεσημαίνετο· διὰ τὸ τοὺς Ἀμφικτύονας ἐκ τοῦ ζημιώματος ἀναθεῖναι, τῶν Φωκέων εἰς τὸ ἱερὸν παρανομησάντων καὶ διὰ τοῦτο ζημιωθέντων ἐσημαίνετο ἡ ζημία τῶν Φωκέων αὔξησιν ἀπολήψεσθαι ταῖς τοῦ Ὀνομάρχου χερσίν· ὅπερ καὶ συνέβη γενέσθαι.

ὁ δʼ οὖν Ὀνόμαρχος στρατηγὸς αὐτοκράτωρ ᾑρημένος ἐκ μὲν τοῦ χαλκοῦ καὶ σιδήρου κατεσκεύασεν ὅπλων πλῆθος, ἐκ δὲ τοῦ ἀργυρίου καὶ χρυσίου νόμισμα κόψας ταῖς τε συμμαχούσαις πόλεσι διεδίδου καὶ μάλιστα τοὺς προεστηκότας ἐδωροδόκει. διέφθειρε δὲ καὶ τῶν πολεμίων πολλούς, οὓς μὲν συμμαχεῖν πείθων, οὓς δὲ τὴν ἡσυχίαν ἔχειν ἀξιῶν.

πάντα δὲ ῥᾳδίως ἐπετέλει διὰ τὴν τῶν ἀνθρώπων φιλαργυρίαν· καὶ γὰρ τοὺς Θετταλοὺς μέγιστον ἔχοντας τῶν συμμάχων ἀξίωμα δωροδοκήσας ἔπεισε τὴν ἡσυχίαν ἔχειν. καὶ τῶν μὲν Φωκέων τοὺς ἐναντιουμένους συλλαμβάνων ἀνῄρει καὶ τὰς οὐσίας ἐδήμευεν, εἰς δὲ τὴν πολεμίαν ἐμβαλὼν Θρόνιον μὲν ἐκπολιορκήσας ἐξηνδραποδίσατο, Ἀμφισσεῖς δὲ καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι.

τὰς δʼ ἐν Δωριεῦσι πόλεις πορθήσας τὴν χώραν αὐτῶν ἐδῄωσεν. εἰς δὲ τὴν Βοιωτίαν ἐμβαλὼν Ὀρχομενὸν μὲν εἷλεν, ἐπιχειρήσας δʼ ἐκπολιορκεῖν Χαιρώνειαν καὶ ἡττηθεὶς ὑπὸ Θηβαίων ἐπανῆλθεν εἰς τὴν οἰκείαν.