Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

προθυμότατα δὲ συνέπραττον οἱ Λακεδαιμόνιοι διὰ τοιαύτας αἰτίας. ἐν τῷ Λευκτρικῷ πολέμῳ Θηβαῖοι καταπολεμήσαντες τοὺς πολεμίους δίκην ἐπήνεγκαν εἰς Ἀμφικτύονας κατὰ τῶν Σπαρτιατῶν, ὅτι Φοιβίδας ὁ Σπαρτιάτης κατελάβετο τὴν Καδμείαν, καὶ διετιμήσαντο τὸ ἀδίκημα ταλάντων πεντακοσίων. καταδικασθέντων δὲ τῶν Λακεδαιμονίων καὶ τὴν δίκην οὐκ ἐκτινόντων κατὰ τὸν ὡρισμένον ἐκ τῶν νόμων καιρὸν οἱ Θηβαῖοι πάλιν δίκην ἐπήνεγκαν διπλοῦ τοῦ ἀδικήματος.

τῶν δʼ Ἀμφικτυόνων χιλίοις ταλάντοις καταδικασάντων οἱ Λακεδαιμόνιοι διὰ τὸ μέγεθος τοῦ ὀφλήματος ὁμοίας τοῖς Φωκεῦσι τὰς ἀποφάσεις ἐποιοῦντο, λέγοντες ἀδίκως ὑπὸ τῶν Ἀμφικτυόνων καταδεδικάσθαι.

διόπερ κοινοῦ ὄντος τοῦ συμφέροντος οἱ Λακεδαιμόνιοι κατʼ ἰδίαν μὲν ὤκνουν ὑπὲρ τῆς καταδίκης ἄρασθαι πόλεμον, διὰ δὲ τοῦ προσώπου τῶν Φωκέων εὐσχημονέστερον ἔκρινον ἀκυρῶσαι τὰς κρίσεις τῶν Ἀμφικτυόνων. διὰ δὴ ταύτας τὰς αἰτίας ἑτοιμότατα συνεμάχουν τοῖς Φωκεῦσι καὶ τὴν προστασίαν τοῦ ἱεροῦ συγκατεσκεύαζον αὐτοῖς.

φανεροῦ δʼ ὄντος ὅτι Βοιωτοὶ μεγάλῃ δυνάμει στρατεύσουσιν ἐπὶ τοὺς Φωκεῖς ὁ Φιλόμηλος ἔκρινε μισθοφόρων ἀθροίζειν πλῆθος. προσδεομένου δὲ τοῦ πολέμου χρημάτων πλειόνων ἠναγκάζετο τοῖς ἱεροῖς ἀναθήμασιν ἐπιβάλλειν τὰς χεῖρας καὶ συλᾶν τὸ μαντεῖον. ὑποστησαμένου δʼ αὐτοῦ τοῖς ξένοις μισθοὺς ἡμιολίους ταχὺ πλῆθος ἠθροίσθη μισθοφόρων, πολλῶν ὑπακουόντων πρὸς τὴν στρατείαν διὰ τὸ μέγεθος τῶν μισθῶν.

τῶν μὲν οὖν ἐπιεικῶν ἀνδρῶν οὐδεὶς ἀπεγράψατο πρὸς τὴν στρατείαν διὰ τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν, οἱ δὲ πονηρότατοι καὶ θεῶν διὰ τὴν πλεονεξίαν καταφρονοῦντες προθύμως συνέτρεχον πρὸς τὸν Φιλόμηλον καὶ ταχὺ δύναμις ἰσχυρὰ συνέστη τῶν πρὸς τὴν ἱεροσυλίαν ὁρμωμένων.

ὁ μὲν οὖν Φιλόμηλος διὰ τὸ μέγεθος τῆς εὐπορίας ταχὺ δύναμιν ἀξιόχρεων κατεσκευάσατο. εὐθὺς οὖν ἐστράτευσεν εἰς τὴν τῶν Λοκρῶν χώραν ἔχων στρατιώτας ἱππεῖς τε καὶ πεζοὺς πλείους τῶν μυρίων. ἀντιταχθέντων δὲ τῶν Λοκρῶν καὶ τῶν Βοιωτῶν βοηθησάντων τοῖς Λοκροῖς ἱππομαχία συνέστη, καθʼ ἣν προετέρησαν οἱ Φωκεῖς.

μετὰ δὲ ταῦτα οἱ μὲν Θετταλοὶ μετὰ τῶν πλησιοχώρων συμμάχων ἀθροισθέντες εἰς ἑξακισχιλίους ἧκον εἰς τὴν Λοκρίδα καὶ συνάψαντες μάχην τοῖς Φωκεῦσι περὶ λόφον Ἀργόλαν ὀνομαζόμενον ἡττήθησαν. ἐπιφανέντων δὲ Βοιωτῶν μυρίοις καὶ τρισχιλίοις στρατιώταις καὶ τῶν ἐκ Πελοποννήσου Ἀχαιῶν χιλίοις καὶ πεντακοσίοις βοηθησάντων τοῖς Φωκεῦσιν ἀντεστρατοπέδευσαν αἱ δυνάμεις, ἀμφοτέρων ἀθροισθέντων εἰς ἕνα τόπον.