Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Διοτίμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Μάρκιον καὶ Γναῖον Μάλλιον. ἐπὶ δὲ τούτων Φιλόμηλος μὲν προορώμενος τὸ μέγεθος τοῦ πολέμου μισθοφόρων τε πλῆθος ἤθροιζε, τῶν τε Φωκέων τοὺς εὐθέτους κατέλεγεν εἰς τὴν στρατείαν.

τοῦ δὲ πολέμου προσδεομένου χρημάτων τῶν μὲν ἱερῶν ἀναθημάτων ἀπείχετο, τοὺς δὲ Δελφοὺς εὐδαιμονίᾳ καὶ πλούτῳ διαφέροντας ἐπράξατο πλῆθος χρημάτων ἱκανὸν εἰς τοὺς τῶν ξένων μισθούς. κατασκευάσας οὖν ἀξιόλογον δύναμιν προήγαγεν εἰς ὕπαιθρον καὶ φανερὸς ἦν ἑτοίμως ἔχων διαγωνίζεσθαι πρὸς τοὺς ἀλλοτρίως διακειμένους τοῖς Φωκεῦσι.

τῶν δὲ Λοκρῶν στρατευσάντων ἐπʼ αὐτὸν ἐγένετο μάχη περὶ τὰς Φαιδριάδας καλουμένας πέτρας, ἣν νικήσας ὁ Φιλόμηλος πολλοὺς μὲν ἀνεῖλε τῶν πολεμίων, οὐκ ὀλίγους δʼ ἐζώγρησε, τινὰς δὲ κατὰ τῆς πέτρας συνηνάγκασεν ἑαυτοὺς κατακρημνίσαι. μετὰ δὲ τὴν μάχην ταύτην οἱ μὲν Φωκεῖς ἐπήρθησαν τοῖς φρονήμασι διὰ τὴν εὐημερίαν, οἱ δὲ Λοκροὶ ταπεινωθέντες πρέσβεις ἐξέπεμψαν εἰς τὰς Θήβας ἀξιοῦντες τοὺς Βοιωτοὺς βοηθεῖν αὐτοῖς τε καὶ τῷ θεῷ.

οἱ δὲ Βοιωτοὶ διά τε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ διὰ τὸ συμφέρειν αὐτοῖς τὰς τῶν Ἀμφικτυόνων κρίσεις βεβαίας εἶναι πρός τε τοὺς Θετταλοὺς ἐπρέσβευσαν καὶ τοὺς ἄλλους Ἀμφικτύονας ἀξιοῦντες κοινῇ πολεμῆσαι τοῖς Φωκεῦσι. ψηφισαμένων δὲ τῶν Ἀμφικτυόνων τὸν πρὸς Φωκεῖς πόλεμον πολλὴ ταραχὴ καὶ διάστασις ἦν καθʼ ὅλην τὴν Ἑλλάδα. οἱ μὲν γὰρ ἔκριναν βοηθεῖν τῷ θεῷ καὶ τοὺς Φωκεῖς ὡς ἱεροσύλους κολάζειν, οἱ δὲ πρὸς τὴν τῶν Φωκέων βοήθειαν ἀπέκλινον.