Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δʼ ἡμέρᾳ τὸ μὲν τῆς συμφορᾶς μέγεθος συνεωράθη, οἱ δὲ Συρακόσιοι, μίαν ἔχοντες σωτηρίαν τὴν ἀπὸ τοῦ Δίωνος βοήθειαν, ἐξαπέστειλαν ἱππεῖς εἰς Λεοντίνους, δεόμενοι τοῦ Δίωνος μὴ περιιδεῖν τὴν πατρίδα δοριάλωτον γινομένην καὶ τῶν μὲν ἡμαρτημένων δοῦναι συγγνώμην αὐτοῖς, τὰς δὲ παρούσας δυστυχίας ἐλεήσαντα διορθώσασθαι τὴν τῆς πατρίδος συμφοράν.

ὁ δὲ Δίων λαμπρὸς ὢν τὴν ψυχὴν καὶ διὰ τὴν ἐκ φιλοσοφίας παιδείαν ἐξημερωμένος τοὺς λογισμοὺς οὐκ ἐμνησικάκησε τοῖς πολίταις, ἀλλὰ τοὺς μισθοφόρους πείσας παραχρῆμα ἀνέζευξε καὶ διανύσας ὀξέως τὴν εἰς Συρακούσσας ὁδὸν ἧκε πρὸς τὰ Ἑξάπυλα.

ἐνταῦθα δὲ διατάξας τοὺς στρατιώτας προσῆγε κατὰ τάχος καὶ κατέλαβεν ἐκ τῆς πόλεως τέκνα μὲν καὶ γυναῖκας καὶ τοὺς γεγηρακότας ὑπὲρ τοὺς μυρίους· οὗτοι δὲ πάντες ἀπαντῶντες μετὰ δακρύων ἱκέτευον ἀμῦναι τοῖς ἰδίοις ἀκληρήμασιν. οἱ δʼ ἐκ τῆς ἀκροπόλεως μισθοφόροι κεκρατηκότες ἤδη τῆς προθέσεως τὰς μὲν περὶ τὴν ἀγορὰν οἰκίας διαρπάσαντες ἐνέπρησαν, ἐπὶ δὲ τὰς λοιπὰς ὁρμήσαντες διήρπαζον τὰς ἐν ταύταις κτήσεις.

καθʼ ὃν δὴ καιρὸν Δίων κατὰ πλείους τόπους εἰσπεσὼν εἰς τὴν πόλιν, καὶ τοῖς πολεμίοις περὶ τὰς ἁρπαγὰς ἀσχολουμένοις ἐπιθέμενος πάντας τοὺς περιτυγχάνοντας ἔκτεινε κομίζοντας ἐπὶ τῶν ὤμων παντοδαπὰς κατασκευάς· διὰ δὲ τὸ παράδοξον τῆς παρουσίας καὶ τὴν ἀταξίαν καὶ τὴν ταραχὴν τῶν διαφορούντων τὰς κτήσεις εὐχερῶς ἅπαντες ἐχειροῦντο. τέλος δὲ πλειόνων ἢ τετρακισχιλίων φονευθέντων, τῶν μὲν ἐν ταῖς οἰκίαις, τῶν δʼ ἐν ταῖς ὁδοῖς, οἱ λοιποὶ συνέφυγον εἰς τὴν ἀκρόπολιν καὶ τὰς πύλας κλείσαντες ἐξέφυγον τὸν κίνδυνον.

Δίων δὲ κάλλιστον τῶν προγεγενημένων ἔργων ὑπʼ αὐτοῦ διαπραξάμενος τὰς μὲν καιομένας οἰκίας διέσωσε κατασβέσας τὴν φλόγα, τὸ δὲ περιτείχισμα καλῶς κατασκευασάμενος μιᾷ πράξει τήν τε πόλιν ὠχύρωσε καὶ τοὺς πολεμίους ἀποτειχίσας εἶρξε τῆς ἐπὶ τὴν γῆν ἐξόδου. καθαρὰν δὲ τῶν νεκρῶν ποιήσας τὴν πόλιν καὶ τρόπαιον στήσας ἔθυσε τοῖς θεοῖς ὑπὲρ τῆς σωτηρίας.

συναχθείσης δʼ ἐκκλησίας ὁ μὲν δῆμος εὐχαριστῶν αὐτῷ στρατηγὸν ἐχειροτόνησεν αὐτοκράτορα τὸν Δίωνα καὶ τιμὰς ἀπένειμεν ἡρωικάς, ὁ δὲ Δίων ἀκολούθως τοῖς πεπραγμένοις ἐπιεικῶς τοὺς μὲν ἐχθροὺς ἅπαντας ἀπέλυσε τῶν ἐγκλημάτων καὶ τὸ πλῆθος παραμυθησάμενος εἰς κοινὴν ἤγαγεν ὁμόνοιαν. οἱ δὲ Συρακόσιοι πανδήμοις ἐπαίνοις καὶ ἀποδοχαῖς μεγάλαις ἐτίμων τὸν εὐεργέτην ὡς μόνον σωτῆρα γεγονότα τῆς πατρίδος. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.