Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δὲ Δίωνος ἀποκριθέντος ὅτι τοῖς Συρακοσίοις δίκαιόν ἐστι παραδιδόναι τὴν ἀκρόπολιν ἐπί τισιν ἐξαιρέτοις χρήμασι καὶ τιμαῖς, ὁ μὲν Διονύσιος ἕτοιμος ἦν παραδιδόναι τὴν ἄκραν τῷ δήμῳ ὥστε τοὺς μισθοφόρους καὶ τὰ χρήματα λαβόντα εἰς τὴν Ἰταλίαν μεταστῆναι, ὁ δὲ Δίων συνεβούλευε τοῖς Συρακοσίοις δέχεσθαι τὰ διδόμενα. ὁ δὲ δῆμος ὑπὸ τῶν ἀκαίρων δημηγόρων πεισθεὶς ἀντεῖπε, νομίζων κατὰ κράτος ἐκπολιορκήσειν τὸν τύραννον.

μετὰ δὲ ταῦτα ὁ μὲν Διονύσιος τοὺς ἀρίστους τῶν μισθοφόρων ἀπέλιπεν φυλάξοντας τὴν ἄκραν, αὐτὸς δʼ ἐνθέμενος τὰ χρήματα καὶ πᾶσαν τὴν βασιλικὴν κατασκευὴν ἔλαθεν ἐκπλεύσας καὶ κατῆρεν εἰς τὴν Ἰταλίαν.

οἱ δὲ Συρακόσιοι πρὸς ἀλλήλους ἐστασίασαν, τῶν μὲν οἰομένων δεῖν τὴν στρατηγίαν καὶ τὴν τῶν ὅλων ἐξουσίαν ἐγχειρίζειν Ἡρακλείδῃ διὰ τὸ τοῦτον δοκεῖν μηδέποτʼ ἂν ἐπιθέσθαι τυραννίδι, τῶν δὲ ἀποφαινομένων τὸν Δίωνα δεῖν ἔχειν τὴν τῶν ἁπάντων ἡγεμονίαν. πρὸς δὲ τούτοις πολλῶν ὀφειλομένων μισθῶν τοῖς ἐκ Πελοποννήσου ξένοις τοῖς ἠλευθερωκόσι τὰς Συρακούσσας καὶ χρημάτων σπανιζούσης τῆς πόλεως οἱ μὲν μισθοφόροι τῶν χρημάτων ἀποστερούμενοι συνεστράφησαν, ὄντες πλείους τῶν τρισχιλίων, πάντες δʼ ἐπίλεκτοι ταῖς ἀρεταῖς καὶ διὰ τὴν ἄθλησιν τῶν πολεμικῶν ἔργων διαπεπονημένοι πολὺ τοὺς Συρακοσίους ταῖς ἀρεταῖς ὑπερεβάλλοντο.

ὁ δὲ Δίων ἀξιούμενος ὑπὸ τῶν μισθοφόρων συναποστῆναι καὶ παρὰ τῶν Συρακοσίων ὡς κοινῶν ἐχθρῶν λαβεῖν τιμωρίαν τὸ μὲν πρῶτον ἀντεῖπεν, μετὰ δὲ ταῦτα συναναγκαζόμενος ὑπὸ τῆς περιστάσεως προσεδέξατο τὴν ἡγεμονίαν τῶν ξένων καὶ μετʼ ἐκείνων ταχθεὶς ἀνέζευξεν ἐπὶ τοὺς Λεοντίνους.

οἱ δὲ Συρακόσιοι συστραφέντες ἐδίωκον τοὺς μισθοφόρους καὶ κατὰ τὴν ὁδοιπορίαν συνάψαντες μάχην καὶ πολλοὺς ἀποβαλόντες ἀπεχώρησαν. ὁ δὲ Δίων λαμπρᾷ μάχῃ νικήσας οὐδὲν ἐμνησικάκησε τοῖς Συρακοσίοις· ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως τήν τε τῶν νεκρῶν ἀναίρεσιν ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων. πολλοὶ γὰρ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον.