Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Λακεδαιμόνιοι θεωροῦντες Ἐπαμεινώνδαν προθυμότερον προπίπτοντα τῷ θυμῷ, συνέδραμον ἐπʼ αὐτόν. πολλῶν δὲ καὶ πυκνῶν φερομένων βελῶν, τὰ μὲν ἐξένευε, τὰ δὲ διεκρούετο, τινὰ δὲ ἐκ τοῦ σώματος ἐξαιρῶν τούτοις ἠμύνετο τοὺς ἐπιφερομένους. ἡρωικῶς δʼ ὑπὲρ τῆς νίκης ἀγωνισάμενος καιρίαν ἔλαβε πληγὴν εἰς τὸν θώρακα. κλασθέντος δὲ τοῦ δόρατος, καὶ τοῦ σιδήρου καταλειφθέντος ἐν τῷ σώματι, παραχρῆμα ἔπεσε κατισχυθεὶς ὑπὸ τῆς πληγῆς. περὶ δὲ τοῦ σώματος ἐμπεσούσης φιλοτιμίας, καὶ πολλῶν παρʼ ἀμφοτέροις ἀναιρεθέντων, μόγις οἱ Θηβαῖοι τῇ ῥώμῃ τῶν σωμάτων προέχοντες κατεπόνησαν τοὺς Λακεδαιμονίους.

φυγῆς δὲ γενομένης, οἱ μὲν Βοιωτοὶ βραχὺν ἐπιδιώξαντες χρόνον ἀνέστρεψαν, ἀναγκαιότατον ἡγούμενοι τὸ κυριεῦσαι τῶν νεκρῶν. ἀνακαλεσαμένων οὖν τῶν σαλπιγκτῶν τοὺς στρατιώτας,ἅπαντες τῆς μάχης ἀπέστησαν, καὶ τρόπαιον ἀμφότεροι στήσαντες ἠμφεσβήτουν τῆς νίκης.

οἱ μὲν γὰρ Ἀθηναῖοι νενικηκότες τοὺς περὶ τὸν λόφον Εὐβοεῖς καὶ μισθοφόρους κύριοι τῶν νεκρῶν ὑπῆρχον, οἱ δὲ Βοιωτοὶ τοὺς Λακεδαιμονίους ἀπὸ κράτους ἡττηκότες καὶ κρατοῦντες τῶν πεπτωκότων προσένεμον ἑαυτοῖς τὴν νίκην.

ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρεσβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικηρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν.

Ἐπαμεινώνδας δʼ ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο.

πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν. ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ὥρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι τελευτᾷς ἄτεκνος, Ἐπαμεινώνδα, καὶ δακρύσαντος, μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ. καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.