Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἡ μὲν οὖν τῶν παρʼ ἀμφοτέροις ἱππέων μάχη τοιοῦτον ἔσχε τὸ τέλος· αἱ δὲ πεζαὶ δυνάμεις ὡς συνῆλθον εἰς χεῖρας τοῖς πολεμίοις, μεγάλους καὶ θαυμαστοὺς ἀγῶνας συνεστήσαντο. οὐδέποτε γὰρ Ἑλλήνων πρὸς Ἕλληνας ἀγωνιζομένων οὔτε πλῆθος ἀνδρῶν τοσοῦτο παρετάξατο οὔθʼ ἡγεμόνες ἀξιολογώτεροι τοῖς ἀξιώμασιν οὔτε ἄνδρες δυνατώτεροι τὰς ἐν τοῖς κινδύνοις ἀνδραγαθίας ἐπεδείξαντο.

οἱ γὰρ πεζομαχεῖν ἄριστα δυνάμενοι κατὰ τοὺς ὑποκειμένους καιρούς, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι, πρὸς ἀλλήλους κατὰ τὴν τάξιν ἀνθεστηκότες πρῶτον μάχην συνῆψαν, οὐδεμίαν φειδὼ ποιούμενοι τοῦ ζῆν. καὶ τὸ μὲν πρῶτον τύπτοντες ἀλλήλους τοῖς δόρασι, καὶ διὰ τὴν πυκνότητα τῶν πληγῶν τὰ πλεῖστα συντρίψαντες, εἰς τὸν ἀπὸ τῆς μαχαίρας ἀγῶνα κατήντησαν.

συμπλεκόμενοι δὲ τοῖς σώμασι καὶ παντοίας διαθέσεις τραυμάτων ἀπεργαζόμενοι τοῖς θυμοῖς οὐκ ἔληγον· ἐπὶ πολὺν δὲ χρόνον τοῖς δεινοῖς ἐγκαρτερούντων διὰ τὴν ὑπερβολὴν τῆς παρʼ ἑκατέροις ἀνδραγαθίας οὐδεμίαν ῥοπὴν ἐλάμβανεν ἡ μάχη ἕκαστος γὰρ τοῦ παθεῖν τι δεινὸν καταφρονῶν, τοῦ δὲ δρᾶσαί τι λαμπρὸν ἐφιέμενος, εὐγενῶς ἀνεδέχετο τὸν ὑπὲρ τῆς δόξης θάνατον.

ἰσχυρᾶς δὲ μάχης ἐπὶ πολύν τε χρόνον γινομένης καὶ τοῦ κινδύνου μηδεμίαν ῥοπὴν λαμβάνοντος, ὁ μὲν Ἐπαμεινώνδας ὑπολαβὼν τῆς ἰδίας ἀρετῆς προσδεῖσθαι τὴν νίκην, ἔγνω διʼ ἑαυτοῦ κρῖναι τὸν κίνδυνον. εὐθὺς οὖν ἀναλαβὼν τοὺς ἀρίστους καὶ μετὰ τούτων συμφράξας, εἰσέβαλεν εἰς μέσους τοὺς πολεμίους· καθηγούμενος δὲ τοῦ συντάγματος, καὶ πρῶτος ἀκοντίσας, ἔβαλε τὸν ἡγούμενον τῶν Λακεδαιμονίων.

εὐθὺς δὲ καὶ τῶν ἄλλων εἰς χεῖρας ἐρχομένων, οὓς μὲν ἀνελών, οὓς δὲ καταπληξάμενος, διέκοψε τὴν φάλαγγα τῶν πολεμίων. οἱ δὲ Λακεδαιμόνιοι τὸ ἀξίωμα τοῦ Ἐπαμεινώνδου καὶ τὸ βάρος τοῦ περὶ αὐτὸν συστήματος καταπλαγέντες ἀνεχώρουν ἐκ τῆς μάχης· ἐπικειμένων δὲ τῶν Βοιωτῶν καὶ τοὺς ἐσχάτους αἰεὶ φονευόντων, νεκρῶν ἐσωρεύθη πλῆθος.