Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐκ δὲ τῆς Σικελίας Κελτοὶ καὶ Ἴβηρες δισχίλιοι κατέπλευσαν εἰς Κόρινθον, ἐκπεμφθέντες ὑπὸ Διονυσίου τοῦ τυράννου συμμαχῆσαι Λακεδαιμονίοις, εἰς μῆνας πέντε τοὺς μισθοὺς εἰληφότες. οἱ δʼ Ἕλληνες πεῖραν αὐτῶν βουλόμενοι λαβεῖν προῆγον αὐτούς, καὶ κατὰ τὰς συμπλοκὰς καὶ μάχας ἀνδραγαθούντων αὐτῶν, πολλοί τε τῶν Βοιωτῶν καὶ τῶν συμμάχων ὑπʼ αὐτῶν ἀνῃροῦντο. διόπερ δόξαντες εὐχειρίᾳ καὶ ἀνδρείᾳ διαφέρειν καὶ πολλὰς χρείας παρασχόμενοι, καὶ τιμηθέντες ὑπὸ τῶν Λακεδαιμονίων τοῦ θέρους λήγοντος ἐξαπεστάλησαν εἰς τὴν Σικελίαν.

μετὰ δὲ ταῦτα Φιλίσκος μὲν ὑπʼ Ἀρταξέρξου τοῦ βασιλέως ἀποσταλεὶς κατέπλευσεν ἐπὶ τὴν Ἑλλάδα, παρακαλῶν τοὺς Ἕλληνας διαλύσασθαι μὲν τοὺς πολέμους, εἰρήνην δὲ κοινὴν συνθέσθαι. οἱ μὲν οὖν ἄλλοι πάντες ἀσμένως ὑπήκουσαν, Θηβαῖοι δὲ κατὰ τὴν ἰδίαν ὑπόστασιν ὅλην τὴν Βοιωτίαν ὑπὸ μίαν ἀγαγόντες συντέλειαν οὐ προσεδέχθησαν. ἀπογνωσθείσης δὲ τῆς κοινῆς εἰρήνης, ὁ μὲν Φιλίσκος καταλιπὼν τοῖς Λακεδαιμονίοις δισχιλίους ἐπιλέκτους μισθοφόρους ἔχοντας τοὺς μισθούς, ἀπῆλθεν εἰς τὴν Ἀσίαν.

ἅμα δὲ τούτοις πραττομένοις Εὔφρων ὁ Σικυώνιος, διαφέρων θράσει καὶ ἀπονοίᾳ, συνεργοὺς λαβὼν Ἀργείους ἐπέθετο τυραννίδι. κρατήσας δὲ τῆς ἐπιβολῆς τετταράκοντα τοὺς εὐπορωτάτους τῶν Σικυωνίων ἐφυγάδευσε, δημεύσας αὐτῶν τὰς οὐσίας, καὶ πολλῶν χρημάτων κυριεύσας μισθοφόρους ἤθροισε καὶ τῆς πόλεως ἐδυνάστευσεν.