Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εὐθὺ δὲ ἐπὶ Τροιζῆνα καὶ Ἐπίδαυρον πορευθεὶς τὴν μὲν χώραν ἐδῄωσε, τῶν δὲ πόλεων οὐκ ἐδυνήθη κρατῆσαι διὰ τὸ φρουρὰς ἔχειν ἀξιολόγους, Σικυῶνα δὲ καὶ Φλιοῦντα καί τινας ἄλλας πόλεις καταπληξάμενος προσηγάγετο. στρατεύσας δʼ ἐπὶ Κόρινθον, καὶ τῶν Κορινθίων ἐπεξελθόντων νικήσας μάχῃ, τούτους μὲν ἐντὸς τῶν τειχῶν συνεδίωξε, τῶν δὲ Βοιωτῶν διὰ τὴν εὐημερίαν μετεωρισθέντων, καί τινων προχείρως τολμησάντων διὰ τῆς πύλης εἰς τὴν πόλιν εἰσβιάζεσθαι, οἱ μὲν Κορίνθιοι δείσαντες ἐτράπησαν εἰς τὰς οἰκίας, Χαβρίας δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐμφρόνως ἅμα καὶ τεθαρρηκότως ὑποστὰς τοὺς μὲν ἐξέβαλεν ἐκ τῆς πόλεως, πολλοὺς δὲ τῶν Βοιωτῶν κατέβαλεν.

γενομένης δὲ φιλοτιμίας, οἱ μὲν Βοιωτοὶ πᾶσαν τὴν δύναμιν συντάξαντες ἐπῆγον ἐπὶ τὴν Κόρινθον καταπληκτικῶς, ὁ δὲ Χαβρίας ἀναλαβὼν τοὺς Ἀθηναίους προῆγεν ἐκ τῆς πόλεως, καὶ καταλαβόμενος τοὺς ὑπερδεξίους τόπους ὑπέστη τὴν τῶν πολεμίων ἔφοδον.

οἱ μὲν οὖν Βοιωτοί, πεποιθότες ταῖς τῶν σωμάτων ῥώμαις καὶ ταῖς ἐν τοῖς συνεχέσι πολέμοις ἐμπειρίαις, τῇ βίᾳ τοὺς Ἀθηναίους ἤλπιζον χειρώσασθαι, οἱ δὲ περὶ τὸν Χαβρίαν ἐκ τόπων ὑπερδεξίων ἀγωνιζόμενοι, καὶ πολλῶν ἐκ τῆς πόλεως χορηγουμένων, οὓς μὲν ἀνῄρουν τῶν βιαζομένων, τοὺς δὲ κατετίτρωσκον.

οἱ δὲ Βοιωτοί, πολλὰ μὲν κακοπαθήσαντες, οὐδὲν δὲ πρᾶξαι δυνάμενοι, τὴν ἀναχώρησιν ἐποιήσαντο. Χαβρίας μὲν οὖν ἐπὶ ἀνδρείᾳ καὶ στρατηγικῇ συνέσει θαυμασθεὶς τοῦτον τὸν τρόπον ἀπετρίψατο τοὺς πολεμίους.