Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Λακεδαιμόνιοι, πεντακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθητον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως· κωλυόμενοι δʼ ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν.

τῶν δὲ περὶ τὸν Ἐπαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόντων ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν ποταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμερινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπίθεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττοντας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποιοῦντο φόνον.

ἀμυνομένων δὲ τῶν Βοιωτῶν καὶ τῶν Ἀρκάδων, καὶ τῷ πλήθει κυκλούντων τοὺς ἐναντίους, οἱ Σπαρτιᾶται πολλοὺς ἀνῃρηκότες ἐπανῆλθον εἰς τὴν πόλιν, φανερῶς ἐνδεδειγμένοι τὰς ἰδίας ἀνδραγαθίας.

μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν πάσῃ τῇ δυνάμει καταπληκτικῶς προσβαλλόντων τῇ πόλει, οἱ μὲν Σπαρτιᾶται συνεργὸν ἔχοντες τὴν τῶν τόπων ὀχυρότητα, πολλοὺς μὲν ἀπέκτειναν τῶν προπετῶς βιαζομένων, τέλος δʼ οἱ πολιορκοῦντες πᾶσαν εἰσενεγκάμενοι σπουδὴν τὸ μὲν πρῶτον ἀπείκαζον βίᾳ χειρώσασθαι τὴν Σπάρτην· ἐπεὶ δὲ τῶν βιαζομένων οἱ μὲν ἀπέθνησκον, οἱ δʼ ἐτραυματίζοντο, ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς στρατιώτας οἱ περὶ τὸν Ἐπαμεινώνδαν, αὐτοὶ δὲ προσελθόντες τῇ πόλει προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ἢ ξυνομολογεῖσθαι προσέταττον ἥττους εἶναι τῶν πολεμίων.

ἀποκριναμένων δὲ τῶν Σπαρτιατῶν, ὅτι καιρὸν λαβόντες εὔθετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως. πᾶσαν δὲ τὴν Λακωνικὴν δῃώσαντες, καὶ λαφύρων ἀναρίθμητον πλῆθος ἀθροίσαντες, ἀπεχώρησαν εἰς τὴν Ἀρκαδίαν.

μετὰ δὲ ταῦτʼ Ἀθηναῖοι μέν, ὑστερηκότες τῶν καιρῶν, ἐπανῆλθον εἰς τὴν Ἀττικὴν οὐδὲν πράξαντες μνήμης ἄξιον, τοῖς δὲ Λακεδαιμονίοις παρὰτῶν συμμάχων ἧκον βοηθήσοντες στρατιῶται τετρακισχίλιοι. πρὸς δὲ τούτοις προσθέντες τοὺς Εἵλωτας ἠλευθερωμένους προσφάτως χιλίους καὶ τῶν Βοιωτῶν φυγάδων διακοσίους, ἔτι δʼ ἐκ τῶν σύνεγγυς πόλεων οὐκ ὀλίγους μεταπεμψάμενοι, κατεσκεύαζον δύναμιν ἀντίπαλον τοῖς πολεμίοις. ταύτην δʼ ἀθρόαν συνέχοντες καὶ γυμνάζοντες αἰεὶ μᾶλλον ἐθάρρουν καὶ παρεσκευάζοντο πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα.