Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὐκ ἀνοίκειον δʼ ἐστὶ τὰ περὶ τῆς Ἰφικράτους ἀρετῆς ἱστορούμενα παραθεῖναι. οὗτος γὰρ παραδέδοται στρατηγικήν τε ἀγχίνοιαν ἐσχηκέναι καὶ πρὸς πᾶσαν ἐπίνοιαν ἀγαθὴν φύσει κεχρῆσθαι διαφόρῳ. προσλαβόμενον οὖν αὐτὸν τὴν ἐν τῷ Περσικῷ πολέμῳ πολυχρόνιον ἐμπειρίαν τῶν στρατιωτικῶν ἔργων, ἐπινοήσασθαι πολλὰ τῶν εἰς τὸν πόλεμον χρησίμων, καὶ μάλιστα περὶ τὸν καθοπλισμὸν φιλοτιμηθῆναι.

τῶν γὰρ Ἑλλήνων μεγάλαις ἀσπίσι χρωμένων καὶ διὰ τοῦτο δυσκινήτων ὄντων, συνεῖλε τὰς ἀσπίδας καὶ κατεσκεύασε πέλτας συμμέτρους, ἀμφοτέρων εὖ στοχασάμενος, τοῦ τε σκέπειν ἱκανῶς τὰ σώματα καὶ τοῦ δύνασθαι τοὺς χρωμένους ταῖς πέλταις διὰ τὴν κουφότητα παντελῶς εὐκινήτους ὑπάρχειν.

διὰ δὲ τῆς πείρας τῆς εὐχρηστίας ἀποδοχῆς τυγχανούσης, οἱ μὲν πρότερον ἀπὸ τῶν ἀσπίδων ὁπλῖται καλούμενοι τότε δὲ ἀπὸ τῆς πέλτης πελτασταὶ μετωνομάσθησαν. ἐπὶ δὲ τοῦ δόρατος καὶ τοῦ ξίφους εἰς τοὐναντίον τὴν μετάθεσιν ἐποιήσατο· ηὔξησε γὰρ τὰ μὲν δόρατα ἡμιολίῳ μεγέθει, τὰ δὲ ξίφη σχεδὸν διπλάσια κατεσκεύασεν. τὴν δὲ δοκιμασίαν ἡ χρεία διαβεβαιοῦσα τὴν ἐπίνοιαν τοῦ στρατηγοῦ τῷ τῆς πείρας ἐπιτεύγματι δόξης ἠξίωσεν.

τάς τε ὑποδέσεις τοῖς στρατιώταις εὐλύτους καὶ κούφας ἐποίησε, τὰς μέχρι τοῦ νῦν ἰφικρατίδας ἀπʼ ἐκείνου καλουμένας. πολλὰ δὲ καὶ ἄλλα τῶν χρησίμων εἰς τὰς στρατείας κατέδειξε, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. ἡ μὲν οὖν ἐπʼ Αἴγυπτον στρατεία τῶν Περσῶν, μεγάλης τυχοῦσα παρασκευῆς, παρʼ ἐλπίδας ἄπρακτον ἔσχε τὸ τέλος.