Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις Θηβαῖοι μὲν ἐστράτευσαν ἐπʼ Ὀρχομενὸν ἐπιλέκτοις ἀνδράσι πεντακοσίοις, καὶ συνετέλεσαν πρᾶξιν ἀξίαν μνήμης· φρουρούντων γὰρ τὸν Ὀρχομενὸν Λακεδαιμονίων πολλοῖς στρατιώταις, καὶ τοῖς Θηβαίοις ἀντιταξαμένων, ἐγενήθη μάχη καρτερά, καθʼ ἣν οἱ Θηβαῖοι πρὸς διπλασίους συμβαλόντες ἐνίκησαν τοὺς Λακεδαιμονίους. οὐδέποτε γὰρ τοῦτο συνέβη γενέσθαι κατὰ τοὺς ἐπάνω χρόνους, ἀλλʼ ἀγαπητὸν ὑπάρχειν ἐδόκει τὸ πολλοὺς ὀλίγους νικῆσαι.

διὸ καὶ φρονήματος ἐπίμπλαντο Θηβαῖοι, καὶ τὴν ἀνδρείαν εἶχον μᾶλλον περιβόητον, καὶ φανεροὶ καθειστήκεισαν ἀμφισβητήσοντες τῆς τῶν Ἑλλήνων ἡγεμονίας.

τῶν δὲ συγγραφέων Ἑρμείας ὁ Μεθυμναῖος τὴν τῶν Σικελικῶν σύνταξιν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφε, γράψας βύβλους δέκα, ὡς δέ τινες διαιροῦσι, δώδεκα.