Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρισάνδρου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Σερούιον Σουλπίκιον, Λεύκιον Παπίριον, Τίτον Κοΐνκτιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα πρώτην πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Δάμων Θούριος. ἐπὶ δὲ τούτων ἐν τῇ Θρᾴκῃ Τριβαλλοὶ σιτοδείᾳ πιεζόμενοι πανδημεὶ στρατείαν ἐποιήσαντο πρὸς τὴν ὑπερόριον χώραν, καὶ τὰς τροφὰς ἐκ τῆς ἀλλοτρίας γῆς ἐπορίζοντο.

ὄντες δὲ πλείους τῶν τρισμυρίων ἐπῆλθον τήν τε ὅμορον Θρᾴκην καὶ τὴν τῶν Ἀβδηριτῶν χώραν ἐπόρθησαν ἀδεῶς· πολλῆς δὲ ὠφελείας κυριεύσαντες καταπεφρονηκότως καὶ ἀτάκτως τὴν ἐπάνοδον ἐποιοῦντο. οἱ δʼ Ἀβδηρῖται πανδημεὶ στρατεύσαντες ἐπʼ αὐτοὺς σποράδην καὶ ἀτάκτως τὴν ἐπάνοδον ποιουμένους πλείους τῶν δισχιλίων ἀνεῖλον.

οἱ δὲ βάρβαροι παροξυνθέντες ἐπὶ τοῖς συμβεβηκόσι,καὶ βουλόμενοι τοὺς Ἀβδηρίτας τιμωρήσασθαι, πάλιν ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν. οἱ δὲ προνενικηκότες ἐπαρθέντες τῷ προτερήματι, καὶ τῶν πλησιοχώρων Θρᾳκῶν συμμαχίαν ἀποστειλάντων αὐτοῖς, παρετάξαντο τοῖς βαρβάροις.