Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τὰ μὲν οὖν περὶ τὰς πεζὰς δυνάμεις τοιοῦτον ἔσχε τὸ τέλος· τῶν δὲ ναυτικῶν κατὰ τοὺς αὐτοὺς καιροὺς ἐγένετο μεγάλη ναυμαχία μεταξὺ Νάξου καὶ Πάρου διὰ τοιαύτας αἰτίας. Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος, πυθόμενος σίτου πλῆθος ἐν ὁλκάσι παρακομίζεσθαι τοῖς Ἀθηναίοις, ἐφήδρευε καὶ παρετήρει τὸν κατάπλουν τῆς κομιζομένης ἀγορᾶς, διανοούμενος ἐπιθέσθαι ταῖς ὁλκάσιν. ἃ δὴ πυθόμενος ὁ δῆμος τῶν Ἀθηναίων ἐξέπεμψε στόλον παραφυλάξοντα τὴν σιτοπομπίαν, ὃς καὶ διέπεμψεν εἰς τὸν Πειραιέα τὴν κομιζομένην ἀγοράν.

μετὰ δὲ ταῦτα Χαβρίας μὲν ὁ τῶν Ἀθηναίων ναύαρχος μετὰ τοῦ στόλου παντὸς πλεύσας ἐπὶ τὴν Νάξον συνεστήσατο πολιορκίαν. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανάς, καὶ διὰ τούτων σαλεύσας τὰ τείχη, σπουδὴν εἰσεφέρετο βίᾳ κρατῆσαι τῆς πόλεως. ἅμα δὲ τούτοις πραττομένοις Πόλλις ὁ τῶν Λακεδαιμονίων ναύαρχος κατέπλευσε βοηθήσων τοῖς Ναξίοις. γενομένης δὲ φιλοτιμίας ἀμφότεροι συγκατέβησαν εἰς ναυμαχίαν, καὶ τὰς ναῦς διατάξαντες ἐπέπλεον ἀλλήλοις.

εἶχε δὲ τριήρεις ὁ μὲν Πόλλις ἑξήκοντα καὶ πέντε, ὁ δὲ Χαβρίας ὀγδοήκοντα καὶ τρεῖς. ἐπιπλεουσῶν δὲ τῶν νεῶν ἀλλήλαις, Πόλλις μὲν ἡγούμενος τοῦ δεξιοῦ κέρως πρῶτος ἐνέβαλε ταῖς ἀντιτεταγμέναις τριήρεσιν ἐπὶ τοῦ λαιοῦ κέρατος, ὧν ἡγεῖτο Κήδων ὁ Ἀθηναῖος· ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Κήδωνα διέφθειρε καὶ τὴν ναῦν κατεβύθισεν· ὁμοίως δὲ καὶ ταῖς ἄλλαις συμβαλὼν καὶ τοῖς ἐμβόλοις ἀναρρήττων, ἃς μὲν διέφθειρεν, ἃς δὲ φυγεῖν ἠνάγκασεν. ἃ δὴ κατιδὼν ὁ Χαβρίας, καὶ μέρος τῶν περὶ αὐτὸν νεῶν ἐκπέμψας, ἐβοήθησε τοῖς πιεζομένοις καὶ τὴν ἧτταν τῶν ἰδίων διωρθώσατο, αὐτὸς δʼ ἔχων τὸ κράτιστον τοῦ στόλου καὶ γενναίως ἀγωνισάμενος πολλὰς μὲν τριήρεις διέφθειρεν, οὐκ ὀλίγας δʼ αἰχμαλώτους ἔλαβεν.