Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις Ἄκορις ὁ τῶν Αἰγυπτίων βασιλεύς, ἀλλοτρίως διακείμενος πρὸς τὸν Περσῶν βασιλέα, δυνάμεις ξενικὰς ἀξιολόγους ἤθροισε· μεγάλους γὰρ μισθοὺς τοῖς ὑπακούουσι προτιθείς, συχνοὺς δʼ εὐεργετῶν, ταχὺ πολλοὺς ἔσχε τῶν Ἑλλήνων ὑπακούοντας πρὸς τὴν στρατείαν.

οὐκ ἔχων δὲ στρατηγὸν ἀξιόχρεων, μετεπέμψατο Χαβρίαν τὸν Ἀθηναῖον, ἄνδρα καὶ φρονήσει καὶ συνέσει στρατηγικῇ διάφορον καὶ δόξαν ἐπʼ ἀρετῇ μεγάλην περιπεποιημένον. οὗτος μὲν οὖν ἄνευ τῆς τοῦ δήμου γνώμης προσδεξάμενος τὴν στρατηγίαν ἀφηγεῖτο τῶν κατʼ Αἴγυπτον δυνάμεων, καὶ μετὰ πολλῆς σπουδῆς παρεσκευάζετο πολεμεῖν πρὸς τοὺς Πέρσας.

Φαρνάβαζος δʼ ὑπὸ τοῦ βασιλέως ἀναδεδειγμένος στρατηγὸς ἐπὶ τῆς Περσικῆς δυνάμεως παρασκευὰς μεγάλας ἐποιήσατο τῶν πρὸς τὸν πόλεμον χρησίμων· ἐξέπεμψε δὲ καὶ πρὸς Ἀθηναίους πρέσβεις, κατηγορῶν μὲν Χαβρίου, ὅτι τῶν Αἰγυπτίων ἡγούμενος ἀπαλλοτριοῖ τὴν τοῦ βασιλέως εὔνοιαν ἀπὸ τοῦ δήμου, παρακαλῶν δὲ στρατηγὸν Ἰφικράτην αὑτῷ δοῦναι.

οἱ δʼ Ἀθηναῖοι, σπεύδοντες τὸν βασιλέα τῶν Περσῶν εἰς εὔνοιαν προσαγαγέσθαι καὶ τὸν Φαρνάβαζον ἰδιοποιήσασθαι, ταχέως τόν τε Χαβρίαν ἐξ Αἰγύπτου μετεπέμψαντο καὶ τὸν Ἰφικράτην στρατηγὸν ἐξαπέστειλαν συμμαχήσοντα τοῖς Πέρσαις.

τοῖς δὲ Λακεδαιμονίοις καὶ τοῖς Ἀθηναίοις σπονδὰς πεποιημένοις ἐν τοῖς ἐπάνω χρόνοις συνέβαινε μένειν τὴν εἰρήνην μέχρι τῶνδε τῶν καιρῶν. μετὰ δὲ ταῦτα Σφοδριάδου τοῦ Σπαρτιάτου τεταγμένου μὲν ἐφʼ ἡγεμονίας, φύσει δʼ ὄντος μετεώρου καὶ προπετοῦς, ἔπεισεν αὐτὸν Κλεόμβροτος ὁ βασιλεὺς τῶν Λακεδαιμονίων ἄνευ τῆς γνώμης τῶν ἐφόρων καταλαβέσθαι τὸν Πειραιᾶ.

ὁ δὲ Σφοδριάδης ἔχων στρατιώτας πλείους τῶν μυρίων ἐπεβάλετο μὲν τῆς νυκτὸς καταλαβέσθαι τὸν Πειραιᾶ· καταφανὴς δὲ γενόμενος Ἀθηναίοις καὶ διαμαρτὼν τῆς ἐπιβολῆς ἄπρακτος ἐπανῆλθεν. κατηγορηθεὶς δʼ ἐν τῷ συνεδρίῳ τῶν Σπαρτιατῶν, καὶ συναγωνιστὰς ἔχων τοὺς βασιλεῖς, ἀδίκως ἀπελύθη.

διόπερ οἱ Ἀθηναῖοι χαλεπῶς φέροντες ἐπὶ τοῖς γεγονόσιν, ἐψηφίσαντο λελύσθαι τὰς σπονδὰς ὑπὸ Λακεδαιμονίων. κρίναντες δὲ πολεμεῖν αὐτοῖς, στρατηγοὺς τρεῖς εἵλαντο τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν, Τιμόθεον καὶ Χαβρίανκαὶ Καλλίστρατον. ἐψηφίσαντο δὲ στρατιώτας μὲν ὁπλίτας καταλέξαι δισμυρίους, ἱππεῖς δὲ πεντακοσίους, ναῦς δὲ πληρῶσαι διακοσίας. προσελάβοντο δὲ καὶ τοὺς Θηβαίους ἐπὶ τὸ κοινὸν συνέδριον ἐπὶ τοῖς ἴσοις πᾶσιν.

ἐψηφίσαντο δὲ καὶ τὰς γενομένας κληρουχίας ἀποκαταστῆσαι τοῖς πρότερον κυρίοις γεγονόσι, καὶ νόμον ἔθεντο μηδένα τῶν Ἀθηναίων γεωργεῖν ἐκτὸς τῆς Ἀττικῆς. διὰ δὲ ταύτης τῆς φιλανθρωπίας ἀνακτησάμενοι τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἰσχυροτέραν ἐποιήσαντο τὴν ἰδίαν ἡγεμονίαν.