Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁπλῖται μὲν γὰρ συνῆλθον οὐκ ἐλάττους τῶν μυρίων καὶ δισχιλίων, ἱππεῖς δὲ πλείους τῶν δισχιλίων. πάντων δὲ προθύμως ἐπὶ τὴν πολιορκίαν ὁρμησάντων διελόμενοι τὰ πλήθη τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, προσκαρτεροῦντες τοῖς κινδύνοις συνεχῶς καὶ καθʼ ἡμέραν καὶ νυκτός.

οἱ δʼ ἐν τῇ Καδμείᾳ φρουροῦντες παρακληθέντες ὑπὸ τῶν ἡγεμόνων εὐρώστως ἠμύνοντο τοὺς πολεμίους, ἐλπίζοντες συντόμως ἥξειν τοὺς Λακεδαιμονίους μετὰ μεγάλης δυνάμεως. ἕως μὲν οὖν εἶχον τροφὰς ἱκανάς, ἐνεκαρτέρουν τοῖς δεινοῖς, καὶ πολλοὺς τῶν πολιορκούντων ἀπέκτεινον καὶ κατετραυμάτιζον, συνεργὸν ἔχοντες τὴν τῆς ἀκροπόλεως ὀχυρότητα· ὡς δʼ ἡ μὲν τῶν ἀναγκαίων σπάνις ἐπέτεινεν, οἱ Λακεδαιμόνιοι δὲ περὶ τὰς παρασκευὰς ὄντες ἐχρόνιζον, ἐστασίαζον πρὸς ἀλλήλους.

οἱ μὲν γὰρ Λακεδαιμόνιοι μέχρι θανάτου καρτερεῖν ᾤοντο δεῖν, οἱ δὲ ἀπὸ τῶν συμμαχίδων πόλεων συστρατεύσαντες, ὄντες πολλαπλάσιοι, παραδιδόναι τὴν Καδμείαν ἀπεφήναντο· συνηναγκάσθησαν δὲ καὶ οἱ ἐξ αὐτῆς τῆς Σπάρτης, ὄντες ὀλίγοι, παραχωρῆσαι τῆς ἀκροπόλεως. διόπερ οὗτοι μὲν ὑπόσπονδοι καθʼ ὁμολογίαν ἀφεθέντες εἰς τὴν Πελοπόννησον ἀπηλλάγησαν,

οἱ δὲ Λακεδαιμόνιοι δυνάμεσιν ἀξιολόγοις προσιόντες ἐπὶ τὰς Θήβας, καὶ βραχὺ τῶν καιρῶν ὑστερήσαντες, ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. τοὺς δὲ ἡγεμόνας τῆς φρουρᾶς τρεῖς ὄντας μετέστησαν εἰς κρίσιν, καὶ τοὺς μὲν δύο κατεδίκασαν θανάτῳ, τὸν μέντοι τρίτον τοσούτῳ πλήθει χρημάτων, ὥστε μὴ δύνασθαι τὴν οὐσίαν αὐτοῦ τοσαῦτα χρήματα ἐκτῖσαι.

μετὰ δὲ ταῦτʼ Ἀθηναῖοι μὲν ἐπανῆλθον εἰς τὴν πατρίδα, Θηβαῖοι δὲ Θεσπιὰς πολιορκήσαντες ἄπρακτον ἔσχον τὴν ἐπιβολήν. ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαῖοι μὲν ἐπὶ ἀτελείᾳ πεντακοσίους ἀποίκους εἰς Σαρδονίαν ἀπέστειλαν.