Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμονίων πορθούντων Μαντίνειαν, τὸ μὲν θέρος διετέλεσαν οἱ Μαντινεῖς γενναίως ἀγωνιζόμενοι πρὸς τοὺς πολεμίους· ἐδόκουν γὰρ ἀνδρείᾳ διαφέρειν τῶν Ἀρκάδων, καὶ διὰ τοῦθʼ οἱ Λακεδαιμόνιοι πρότερον εἰώθεισαν ἐν ταῖς μάχαις τούτους παραστάτας ἔχειν καὶ πιστοτάτους τῶν συμμάχων· τοῦ δὲ χειμῶνος ἐνστάντος, καὶ τοῦ παρὰ τὴν Μαντίνειαν ποταμοῦ μεγάλην αὔξησιν ἐκ τῶν ὄμβρων λαβόντος, οἱ Λακεδαιμόνιοι τὸ ῥεῦμα τοῦ ποταμοῦ διαλαβόντες μεγάλοις χώμασιν ἀπέστρεψαν τὸν ποταμὸν εἰς τὴν πόλιν καὶ πάντα τὸν σύνεγγυς τόπον ἐποίησαν λιμνάζειν.

διὸ καὶ τῶν οἰκιῶν πιπτουσῶν καταπλαγέντες οἱ Μαντινεῖς ἠναγκάσθησαν τὴν πόλιν παραδοῦναι τοῖς Λακεδαιμονίοις. οἱ δὲ παραλαβόντες ἄλλο μὲν οὐθὲν κακὸν εἰργάσαντο τοὺς Μαντινεῖς, προσέταξαν δὲ εἰς τὰς ἀρχαίας κώμας μετοικισθῆναι. διόπερ ἠναγκάσθησαν τὴν μὲν ἰδίαν πατρίδα κατασκάπτειν, εἰς δὲ τὰς κώμας μετοικῆσαι.