Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀθροιζόντων, Ἀθηναῖοι καὶ Βοιωτοὶ παρεβοήθουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται.

καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταθμον ἐπελθόντες νυκτὸς κατὰ κράτος εἷλαν· τῇ δʼ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελθόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσθαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν.

μετὰ δὲ ταῦτα οἵ τε Βοιωτοὶ καὶ Ἀθηναῖοι, πρὸς δὲ τούτοις Ἀργεῖοι καὶ Κορίνθιοι πάσῃ τῇ δυνάμει παρελθόντες εἰς τὸ Λέχαιον, τὸ μὲν πρῶτον πολιορκήσαντες τὸ χωρίον τὸ ἐντὸς τοῦ διατειχίσματος εἰσεβιάζοντο· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων καὶ τῶν φυγάδων λαμπρῶς ἀγωνισαμένων ἐξεώσθησαν οἱ Βοιωτοὶ καὶ οἱ μετʼ αὐτῶν ἅπαντες. οὗτοι μὲν οὖν περὶ χιλίους τῶν στρατιωτῶν ἀποβαλόντες εἰς τὴν πόλιν ἀπεχώρησαν.

εὐθὺ δὲ τῶν Ἰσθμίων ἐπελθόντων διεφέροντο περὶ τῆς θέσεως τοῦ ἀγῶνος· καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν θεῖναι τὸν ἀγῶνα,

τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινθον γενομένων ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.