Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὕτως μὲν οὖν τοῖς Καρχηδονίοις ἡ τύχη ταχεῖαν τὴν μεταβολὴν ἐποίησε, καὶ πᾶσιν ἀνθρώποις ἔδειξεν, ὡς οἱ μεῖζον τοῦ καθήκοντος ἐπαιρόμενοι ταχέως ἐξελέγχουσι τὴν ἰδίαν ἀσθένειαν.

ἐκεῖνοι γὰρ τῶν κατὰ Σικελίαν πόλεων σχεδὸν ἁπασῶν πλὴν Συρακουσῶν κρατοῦντες, καὶ ταύτην ἁλώσεσθαι προσδοκῶντες, ἐξαίφνης ὑπὲρ τῆς ἰδίας πατρίδος ἀγωνιᾶν ἠναγκάσθησαν, καὶ τοὺς τάφους τῶν Συρακοσίων ἀνατρέψαντες πεντεκαίδεκα μυριάδας ἐπεῖδον ἀτάφους διὰ τὸν λοιμὸν σεσωρευμένους, πυρπολήσαντες δὲ τὴν χώραν τῶν Συρακοσίων ἐκ μεταβολῆς εὐθὺς εἶδον τὸν ἴδιον στόλον ἐμπυρισθέντα, εἰς δὲ τὸν λιμένα πάσῃ τῇ δυνάμει καταπλέοντες ὑπερηφάνως, καὶ τοῖς Συρακοσίοις ἐπιδεικνύμενοι τὰς ἑαυτῶν εὐτυχίας, ἠγνόουν ἑαυτοὺς μέλλοντας νυκτὸς ἀποδράσεσθαι καὶ τοὺς συμμάχους ἐκδότους καταλιπεῖν τοῖς πολεμίοις.

αὐτὸς δὲ ὁ στρατηγὸς ὁ ποιησάμενος σκηνὴν μὲν τὸ τοῦ Διὸς ἱερόν, πρόσοδον δὲ τὸν ἐκ τῶν ἱερῶν συληθέντα πλοῦτον, αἰσχρῶς μετʼ ὀλίγων εἰς Καρχηδόνα διέφυγεν, ὅπως μὴ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον ἀποδοὺς ἀθῷος γένηται τῶν ἀσεβημάτων, ἀλλʼ ἐν τῇ πατρίδι περιβόητον ἔχῃ τὸν βίον ὑπὸ πάντων ὀνειδιζόμενος.

εἰς τοσοῦτο δʼ ἦλθεν ἀτυχίας, ὥστε μετὰ τῆς εὐτελεστάτης ἐσθῆτος περιῄει τοὺς κατὰ τὴν πόλιν ναοὺς κατηγορῶν τῆς ἰδίας ἀσεβείας καὶ περὶ τῶν εἰς θεοὺς ἁμαρτημάτων ὁμολογουμένην διδοὺς τιμωρίαν τῷ δαιμονίῳ. τὸ δὲ τέλος ἑαυτοῦ καταγνοὺς θάνατον ἀπεκαρτέρησε, πολλὴν τοῖς πολίταις ἀπολιπὼν δεισιδαιμονίαν· εὐθὺ γὰρ καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον αὐτοῖς ἡ τύχη συνήθροισεν.