Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καίτοι γε εἴ τις βούλεται τἀκριβὲς ζητεῖν, εὑρήσει Διονύσιον οὐχ ἧττον τοῦ πολέμου τὴν εἰρήνην εὐλαβούμενον. νῦν μὲν γὰρ διὰ τὸν ἀπὸ τῶν πολεμίων φόβον νομίζει τοὺς Συρακοσίους μηθὲν ἐπιχειρήσειν κατʼ αὐτοῦ πρᾶξαι, καταπονηθέντων δὲ τῶν Καρχηδονίων ἀντιλήψεσθαι τῆς ἐλευθερίας, τῶν μὲν ὅπλων κυριεύοντας, διὰ δὲ τὰς πράξεις πεφρονηματισμένους.

διὰ τοῦτο γάρ, οἶμαι, κατὰ μὲν τὸν πρῶτον πόλεμον προδοὺς Γέλαν καὶ Καμάριναν ταύτας ἀοικήτους ἐποίησεν, ἐν δὲ ταῖς συνθήκαις ἐκδότους τὰς πλείστας, Ἑλληνίδας πόλεις συνέθετο.

μετὰ δὲ ταῦτʼ ἐν εἰρήνῃ Νάξον καὶ Κατάνην παρασπονδῶν ἐξανδραποδισάμενος ἣν μὲν κατέσκαψεν, ἣν δὲ τοῖς ἐξ Ἰταλίας Καμπανοῖς οἰκητήριον ἔδωκεν.

ἐπειδὴ δὲ ἐκείνων ἀπολομένων οἱ περιλειφθέντες πολλάκις ἐπεβάλοντο καταλῦσαι τὴν τυραννίδα, πάλιν τοῖς Καρχηδονίοις πόλεμον κατήγγειλεν· οὐ γὰρ οὕτως εὐλαβεῖτο λῦσαι τὰς συνθήκας παρὰ τοὺς ὅρκους, ὡς ἐφοβεῖτο τὰ περιλελειμμένα συστήματα τῶν Σικελιωτῶν. καὶ δὴ φαίνεται διὰ παντὸς ἐπηγρυπνηκὼς τῇ τούτων ἀπωλείᾳ.

καὶ πρῶτον μὲν περὶ Πάνορμον δυνάμενος παρατάξασθαι τοῖς πολεμίοις, ἀποβαινόντων ἐκ τῶν νεῶν καὶ τὰ σώματα κακῶς ἐχόντων διὰ τὸν σάλον, οὐκ ἠβουλήθη· μετὰ δὲ ταῦτα τὴν Μεσσήνην ἐπίκαιρον καὶ τηλικαύτην πόλιν ἀβοήθητον περιιδὼν εἴασε κατασκαφῆναι, ὅπως μὴ μόνον ὡς πλεῖστοι διαφθείρωνται τῶν Σικελιωτῶν, ἀλλὰ καὶ Καρχηδόνιοι τὰς ἐξ Ἰταλίας βοηθείας καὶ τοὺς ἐκ Πελοποννήσου στόλους ἐμφράξωσιν.

τὸ δὲ τελευταῖον ἐν τῷ Καταναίων αἰγιαλῷ διηγωνίσατο, παρεὶς πρὸς τῇ πόλει τὴν μάχην συστήσασθαι πρὸς τὸ τοὺς ἐλαττουμένους καταφεύγειν εἰς τοὺς οἰκείους λιμένας. μετὰ δὲ τὴν ναυμαχίαν, μεγάλων πνευμάτων ἐπιγενομένων καὶ τῶν Καρχηδονίων ἀναγκασθέντων νεωλκῆσαι τὸν στόλον, καιρὸν εἶχε τοῦ νικᾶν κάλλιστον·

τὸ μὲν γὰρ πεζὸν στράτευμα τῶν πολεμίων οὔπω κατηντηκὸς ἦν, τὸ δὲ μέγεθος τοῦ χειμῶνος ἐπὶ τὸν αἰγιαλὸν αὐτοῖς τὰς ναῦς ἐξέβραττεν. τότε συνεπιθεμένων ἡμῶν πεζῇ πάντων ἠναγκάσθησαν ἂν ἀποβαίνοντες ἁλίσκεσθαι ῥᾳδίως ἢ πρὸς τὰ κύματα βιαζόμενοι τὸν αἰγιαλὸν πληρῶσαι ναυαγίων.