Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καὶ ποῦ τὸ φιλελεύθερον τῶν Συρακοσίων; ποῦ δʼ αἱ τῶν προγόνων πράξεις; ἐῶ τὰς ἐφʼ Ἱμέρᾳ τριάκοντα μυριάδας ἄρδην ἀναιρεθείσας Καρχηδονίων, παρίημι τὴν τῶν μετὰ Γέλωνα τυράννων κατάλυσιν· ἀλλʼ ἐχθὲς καὶ πρῴην, Ἀθηναίων τηλικαύταις δυνάμεσιν ἐπὶ Συρακούσας στρατευσάντων, οἱ πατέρες ἡμῶν οὐδὲ τὸν ἀπαγγελοῦντα τὴν συμφορὰν ἀπέλιπον.

ἡμεῖς δὲ τηλικαῦτʼ ἔχοντες πατέρων παραδείγματʼ ἀρετῆς, τοῦ Διονυσίου προστάγμασιν ὑπακούομεν, καὶ ταῦτα τῶν ὅπλων ὄντες κύριοι; θεῶν γάρ τις πρόνοια μετὰ τῶν συμμάχων ἐν τοῖς ὅπλοις ἡμᾶς συνήγαγε πρὸς τὸ τὴν ἐλευθερίαν ἀνακτήσασθαι, καὶ πάρεστι τήμερον ἄνδρας ἀγαθοὺς γενομένους καὶ συμφρονήσαντας ἀπαλλαγῆναι τῆς βαρείας ἀνάγκης.

τὸν μὲν γὰρ ἔμπροσθεν χρόνον παρωπλισμένοι καὶ ἔρημοι συμμάχων ὄντες, τῷ δὲ τῶν μισθοφόρων πλήθει τηρούμενοι, σχεδὸν εἴκομεν τῷ τῆς ἀνάγκης καιρῷ· νῦν δὲ τῶν ὅπλων κυριεύοντες καὶ τοὺς συμμάχους ἅμα βοηθοὺς καὶ θεατὰς ἔχοντες τῆς ἀρετῆς, μὴ παραχωρήσωμεν ἀλλὰ ποιήσωμεν φανερόν, ὡς διὰ καιρόν, οὐ διʼ ἀνανδρίαν ὑπεμείναμεν δουλεύειν.

οὐκ αἰσχυνόμεθα τῶν πολέμων ἔχοντες ἡγεμόνα τὸν τὰ κατὰ τὴν πόλιν ἱερὰ σεσυληκότα, καὶ τηλικούτων πραγμάτων ποιοῦντες προστάτην, ᾧ βίον ἰδιωτικὸν οὐδεὶς ἂν εὖ φρονῶν διοικεῖν ἐπιτρέψειεν; καὶ τῶν ἄλλων ἐν τοῖς πολέμοις μάλιστα τηρούντων τὰ πρὸς τοὺς θεοὺς ὅσια διὰ τὸ μέγεθος τῶν κινδύνων, ἡμεῖς τὸν ἐπʼ ἀσεβείᾳ διωνομασμένον ἐλπίζομεν καταλύσειν τὸν πόλεμον;