Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εἰ καί τινα προσέψευσται Διονύσιος, τό γε ῥηθὲν ὑπʼ αὐτοῦ τὸ τελευταῖον ἀληθὲς ἦν, ὅτι ταχέως καταλύσει τὸν πόλεμον. τοῦτο δὲ πρᾶξαι δύναιτʼ ἂν οὐκ αὐτὸς ἀφηγούμενος, ἥττηται γὰρ πολλάκις, ἀλλὰ τὴν πάτριον ἐλευθερίαν ἀποδοὺς τοῖς πολίταις.

νῦν μὲν γὰρ οὐδεὶς ἡμῶν προθύμως ὑπομένει τοὺς κινδύνους, ὅταν ἡ νίκη μηδὲν ἧττον ᾖ τῆς ἥττης· λειφθέντας γὰρ Καρχηδονίοις δεήσει ποιεῖν τὸ προσταττόμενον, νικήσαντας δὲ Διονύσιον ἔχειν βαρύτερον ἐκείνων δεσπότην. Καρχηδόνιοι μὲν γάρ, κἂν πολέμῳ κρατήσωσι, φόρον ὡρισμένον λαβόντες οὐκ ἂν ἡμᾶς ἐκώλυσαν τοῖς πατρίοις νόμοις διοικεῖν τὴν πόλιν· οὗτος δὲ τὰ μὲν ἱερὰ συλήσας, τοὺς δὲ τῶν ἰδιωτῶν πλούτους ἅμα ταῖς τῶν κεκτημένων ψυχαῖς ἀφελόμενος, τοὺς οἰκέτας μισθοδοτεῖ κατὰ τῆς τῶν δεσποτῶν δουλείας· καὶ τὰ συμβαίνοντα κατὰ τὰς τῶν πόλεων ἁλώσεις δεινά, ταῦτʼ ἐν εἰρήνῃ πράττων καταλύσειν ἐπαγγέλλεται τὸν πρὸς Καρχηδονίους πόλεμον.

ἡμῖν δʼ, ὦ ἄνδρες, οὐχ ἧττον τοῦ Φοινικικοῦ πολέμου καταλυτέον ἐστὶ τὸν ἐντὸς τοῦ τείχους τύραννον. ἡ μὲν γὰρ ἀκρόπολις δούλων ὅπλοις τηρουμένη κατὰ τῆς πόλεως ἐπιτετείχισται, τὸ δὲ τῶν μισθοφόρων πλῆθος ἐπὶ δουλείᾳ τῶν Συρακοσίων ἤθροισται. καὶ κρατεῖ τῆς πόλεως οὐκ ἐπʼ ἴσης βραβεύων τὸ δίκαιον, ἀλλὰ μόναρχος πλεονεξίᾳ κρίνων πράττειν πάντα. καὶ νῦν μὲν οἱ πολέμιοι βραχὺ μέρος ἔχουσι τῆς χώρας, Διονύσιος δὲ πᾶσαν ποιήσας ἀνάστατον τοῖς τὴν τυραννίδα συναύξουσιν ἐδωρήσατο.

μέχρι τίνος οὖν καρτερήσομεν ταῦτα πάσχοντες, ὑπὲρ ὧν οἱ ἀγαθοὶ χάριν τοῦ μὴ λαβεῖν πεῖραν ἀποθνήσκειν ὑπομένουσιν; καὶ πρὸς μὲν Καρχηδονίους ἀγωνιζόμενοι τοὺς ἐσχάτους κινδύνους εὐψύχως ὑπομένομεν, πρὸσδὲ πικρὸν τύραννον ὑπὲρ ἐλευθερίας καὶ περὶ πατρίδος οὐδὲ λόγῳ παρρησίαν ἔτι ἄγειν τολμῶμεν· καὶ ταῖς μὲν τοσαύταις μυριάσι τῶν πολεμίων ἀντιταττόμεθα, μόναρχον δὲ οὐδʼ ἀνδραπόδου γενναίου τὴν ἀρετὴν ἔχοντα πεφρίκαμεν.