Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Διονύσιος μὲν καταπεπληγμένος τοὺς Καρχηδονίους, ἀπέστειλε πρεσβευτὴν πρός τε τοὺς κατʼ Ἰταλίαν Ἕλληνας καὶ πρὸς Λακεδαιμονίους, ἔτι δὲ Κορινθίους, Πολύξενον τὸν κηδεστήν, δεόμενος βοηθεῖν καὶ μὴ περιιδεῖν τὰς ἐν Σικελίᾳ πόλεις τῶν Ἑλλήνων ἄρδην ἀναιρουμένας. ἔπεμψε δὲ καὶ ξενολόγους εἰς Πελοπόννησον μετὰ πολλῶν χρημάτων, ἐντειλάμενος ὡς πλείστους ἀθροίζειν στρατιώτας, μὴ φειδομένους τῶν μισθῶν.

Ἰμίλκων δὲ τοῖς ἀπὸ τῶν πολεμίων σκύλοις κοσμήσας τὰς ναῦς κατέπλευσεν εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων, καὶ πολλὴν τοῖς ἐν τῇ πόλει κατάπληξιν ἐπέστησεν. διακόσιαι μὲν γὰρ καὶ πεντήκοντα μακραὶ ναῦς εἰσέπλεον ἐν τάξει τὰς εἰρεσίας ποιούμεναι καὶ τοῖς ἐκ τοῦ πολέμου λαφύροις πολυτελῶς κεκοσμημέναι, μετὰ δὲ ταῦτα αἱ φορτηγοὶ ναῦς εἰσθεόμεναι μὲν ὑπὲρ τρισχιλίας, φέρουσαι δὲ πλείους τῶν πεντακοσίων, αἱ δὲ πᾶσαι σχεδὸν δισχίλιαι. διὸ καὶ συνέβαινε τὸν λιμένα τῶν Συρακοσίων, καίπερ ὄντα μέγαν, ἐμπεφράχθαι μὲν τοῖς σκάφεσι, συγκαλύπτεσθαι δὲ σχεδὸν ἅπαντα τοῖς ἱστίοις.

τούτων δὲ καθορμισθεισῶν εὐθὺς καὶ τὸ πεζὸν στρατόπεδον ἐκ θατέρου μέρους ἀντιπαρῆγε, συνεστηκός, ὡς μέν τινες ἀνέγραψαν, ἐκ τριάκοντα μυριάδων πεζῶν, ἱππέων δὲ τρισχιλίων. ὁ μὲν οὖν στρατηγὸς τῶν δυνάμεων Ἰμίλκων κατεσκήνωσεν ἐν τῷ τοῦ Διὸς νεῴ, τὸ δὲ λοιπὸν πλῆθος ἐν τῷ παρακειμένῳ τόπῳ κατεστρατοπέδευσεν, ἀπέχον τῆς πόλεως σταδίους δώδεκα.

μετὰ δὲ ταῦτα Ἰμίλκων ἐξήγαγε τὴν στρατιὰν ἅπασαν, καὶ πρὸ τῶν τειχῶν ἐξέταξε τὴν δύναμιν, εἰς μάχην προκαλούμενος τοὺς Συρακοσίους. ἐπέπλευσε δὲ καὶ τοῖς λιμέσιν ἑκατὸν ναυσὶ ταῖς ἀρίσταις, ὅπως καταπλήξηται τοὺς κατὰ τὴν πόλιν καὶ συναναγκάσῃ συγχωρεῖν ἥττους εἶναι καὶ κατὰ θάλατταν.

οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος τότε μὲν ἀπῆγε τὴν δύναμιν εἰς τὴν στρατοπεδείαν, μετὰ δὲ ταῦτʼ ἐφʼ ἡμέρας τριάκοντα τὴν χώραν ἐπῄει δενδροτομῶν καὶ πᾶσαν φθείρων, ὅπως ἅμα μὲν τοὺς στρατιώτας πληρώσῃ παντοίας ὠφελείας, ἅμα δὲ τοὺς ἐντὸς τῶν τειχῶν εἰς ἀθυμίαν καταστήσῃ.