Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Σικελιῶται τὴν πορείαν μὲν ἐπὶ Συρακουσῶν ἐποιήσαντο, νομίζοντες δὲ πάντως εἰς ἐργώδη πολιορκίαν συγκλεισθήσεσθαι, παρεκάλουν τὸν Διονύσιον εὐθέως ἀπαντᾶν τοῖς περὶ τὸν Ἰμίλκωνα διὰ τὴν γεγενημένην νίκην· τάχα γὰρ τῷ παραδόξῳ τῆς ἐπιφανείας καταπλήξεσθαι τοὺς βαρβάρους καὶ τὸ πρότερον ἐλάττωμα διορθώσεσθαι.

Διονύσιος δὲ τὸ μὲν πρῶτον τοῖς παρακαλοῦσι πειθόμενος ἕτοιμος ἦν ἄγειν τὴν δύναμιν ἐπὶ τὸν Ἰμίλκωνα· ὡς δέ τινες τῶν φίλων ἔλεγον αὐτῷ, ὅτι κινδυνεύσει τὴν πόλιν ἀποβαλεῖν, ἐὰν Μάγων ἀναχθῇ μετὰ τοῦ στόλου παντὸς ἐπὶ Συρακουσῶν, εὐθέως μετενόησε· καὶ γὰρ τὴν Μεσσήνην ᾔδει τῷ παραπλησίῳ τρόπῳ τοῖς βαρβάροις ὑποχείριον γεγενημένην. ὥστε οὐκ ἀσφαλὲς εἶναι νομίζων ἔρημον ποιῆσαι τὴν πόλιν τῶν ἀμυνομένων, ἀνέζευξεν ἐπὶ Συρακουσῶν.

τῶν δὲ Σικελιωτῶν οἱ πλεῖστοι χαλεπῶς φέροντες ἐπὶ τῷ μὴ βούλεσθαι τοῖς πολεμίοις ἀπαντᾶν, καταλιπόντες τὸν Διονύσιον οἱ μὲν εἰς τὰς ἰδίας πατρίδας, οἱ δʼ εἰς τὰ σύνεγγυς τῶν φρουρίων ἀπεχώρησαν.

Ἰμίλκων δὲ δυσὶν ἡμέραις κατανύσας εἰς τὸν τῶν Καταναίων αἰγιαλόν, τὰς μὲν ναῦς ἁπάσας ἐνεώλκησε, μεγάλου πνεύματος ἐπιγενομένου, τὴν δὲ δύναμιν ἐφʼ ἡμέρας τινὰς ἀναλαμβάνων πρέσβεις ἀπέστειλε πρὸς τοὺς τὴν Αἴτνην κατέχοντας Καμπανούς, παρακαλῶν ἀποστῆναι τοῦ Διονυσίου.

ἐπηγγέλλετο δʼ αὐτοῖς χώραν τε δωρήσεσθαι πολλὴν καὶ τῶν ἐκ τοῦ πολέμου λαφύρων κοινωνοὺς ποιήσεσθαι· ἐδίδασκε δὲ καὶ τοὺς τὴν Ἔντελλαν κατοικοῦντας Καμπανοὺς εὐδοκοῦντας Καρχηδονίοις καὶ συμμαχοῦντας κατὰ τῶν Σικελιωτῶν, καθόλου δὲ τὸ τῶν Ἑλλήνων ἀπεδείκνυε πολέμιον ὑπάρχον τῶν ἄλλων ἐθνῶν.

οἱ δὲ Καμπανοὶ δεδωκότες ὁμήρους τῷ Διονυσίῳ, καὶ τοὺς ἀρίστους τῶν στρατιωτῶν ἀπεσταλκότες εἰς Συρακούσας, ἠναγκάσθησαν διατηρῆσαι τὴν πρὸς Διονύσιον συμμαχίαν, καίπερ ἐπιθυμοῦντες μεταβαλέσθαι πρὸς Καρχηδονίους.