Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

περὶ δὲ τοῦτον τὸν χρόνον Ἰμίλκων ὁ τῶν Καρχηδονίων ναύαρχος ἀκούσας ὅτι Διονύσιος ἐνεώλκησε τὰς ναῦς, εὐθὺς ἐπλήρου τὰς ἀρίστας τῶν τριήρων ἑκατόν· ὑπελάμβανε γὰρ ἀπροσδοκήτως ἐπιφανεὶς ῥᾳδίως κρατήσειν τῶν νενεωλκημένων ἐν τῷ λιμένι σκαφῶν, κυριεύων τῆς θαλάττης· τοῦτο δὲ πράξας ἐνόμιζε τήν τε τῆς Μοτύης πολιορκίαν λύσειν καὶ τὸν πόλεμον μετάξειν ἐπὶ τὴν τῶν Συρακοσίων πόλιν.

ἐκπλεύσας οὖν μετὰ νεῶν ἑκατὸν κατήχθη ἐπὶ τὴν τῶν Σελινουντίων χώραν νυκτός, καὶ περιπλεύσας τὴν περὶ Λιλύβαιον ἄκραν ἅμʼ ἡμέρᾳ παρῆν ἐπὶ τὴν Μοτύην. ἀνελπίστως δʼ ἐπιφανεὶς τοῖς πολεμίοις τῶν παρορμούντων πλοίων τὰ μὲν συνέτριψε, τὰ δʼ ἔκαυσεν, οὐ δυναμένων βοηθεῖν τῶν περὶ Διονύσιον.

μετὰ δὲ ταῦτʼ εἰσπλεύσας εἰς τὸν λιμένα διέταξε τὰς ναῦς ὡς ἐπιθησόμενος ταῖς νενεωλκημέναις ὑπὸ τῶν πολεμίων. Διονύσιος δὲ συναγαγὼν τὴν δύναμιν ἐπὶ τὸ στόμα τοῦ λιμένος, καὶ θεωρῶν τοὺς πολεμίους τὸν ἐκ τοῦ λιμένος ἔκπλουν παραφυλάττοντας, εὐλαβεῖτο καθέλκειν εἰς τὸν λιμένα τὰ σκάφη· οὐ γὰρ ἠγνόει διότι στενοῦ τοῦ στόματος ὄντος ἀναγκαῖον ἦν ὀλίγαις ναυσὶ πρὸς πολλαπλασίους διακινδυνεύειν.

διόπερ τῷ πλήθει τῶν στρατιωτῶν ῥᾳδίως διελκύσας τὰ σκάφη διὰ τῆς γῆς εἰς τὴν ἐκτὸς τοῦ λιμένος θάλατταν διέσωσε τὰς ναῦς. Ἰμίλκων δὲ ταῖς πρώταις τριήρεσιν ἐπιθέμενος τῷ πλήθει τῶν βελῶν ἀνείργετο· ἐπὶ μὲν γὰρ τῶν νεῶν ἐπεβεβήκει πλῆθος τοξοτῶν καὶ σφενδονητῶν, ἀπὸ δὲ τῆς γῆς τοῖς ὀξυβελέσι καταπέλταις οἱ Συρακόσιοι χρώμενοι συχνοὺς τῶν πολεμίων ἀνῄρουν· καὶ γὰρ κατάπληξιν εἶχε μεγάλην τοῦτο τὸ βέλος διὰ τὸ πρώτως εὑρεθῆναι κατʼ ἐκεῖνον τὸν καιρόν· ὥστε Ἰμίλκων οὐ δυνάμενος κρατῆσαι τῆς ἐπιβολῆς ἀπέπλευσεν εἰς τὴν Λιβύην, ναυμαχεῖν οὐ κρίνων συμφέρειν διὰ τὸ διπλασίας εἶναι τὰς ναῦς τῶν πολεμίων.