Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἰμίλκων δὲ ὁ τῶν Καρχηδονίων στρατηγὸς αὐτὸς μὲν περὶ τὸν τῶν δυνάμεων ἀθροισμὸν καὶ τὴν ἄλλην ἐγίνετο παρασκευήν, τὸν δὲ ναύαρχον μετὰ δέκα τριήρων ἀπέστειλε, κελεύσας κατὰ τάχος λάθρᾳ πλεῖν ὡς ἐπὶ Συρακοσίους, καὶ νυκτὸς εἰς τὸν λιμένα πλεύσαντα διαφθεῖραι τὰ καταλελειμμένα τῶν πλοίων.

τοῦτο δʼ ἔπραξε νομίζων ἀντιπερισπασμόν τινα ποιήσειν καὶ τὸν Διονύσιον ἀναγκάσειν μέρος τῶν πλοίων ἀποστέλλειν ἐπὶ Συρακοσίους. ὁ δὲ πεμφθεὶς ναύαρχος συντόμως πράξας τὸ παραγγελθέν, κατέπλευσε νυκτὸς εἰς τὸν τῶν Συρακοσίων λιμένα, πάντων ἀγνοούντων τὸ γεγενημένον. ἀπροσδοκήτως δʼ ἐπιθέμενος καὶ τοῖς παρορμοῦσι πλοίοις ἐμβολὰς δοὺς καὶ σχεδὸν ἅπαντα καταδύσας, ἀνέκαμψεν εἰς Καρχηδόνα.

Διονύσιος δὲ πᾶσαν τὴν ὑπὸ Καρχηδονίους χώραν δῃώσας καὶ τοὺς πολεμίους τειχήρεις ποιήσας, ἐπὶ τὴν Μοτύην ἅπασαν ἤγαγε τὴν δύναμιν· ἤλπιζε γὰρ ταύτης ἐκπολιορκηθείσης τὰς ἄλλας εὐθέως αὑτὰς παραδώσειν. εὐθὺς οὖν πολλαπλασίους ἄνδρας τοῖς ἔργοις τε προστιθεὶς ἐχώννυε τὸν μεταξὺ πόρον, καὶ τὰς μηχανὰς ἐκ τοῦ κατʼ ὀλίγον ἅμα τῇ τοῦ χώματος αὐξήσει προσήγαγε τοῖς τείχεσιν.