Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Λακεδαιμόνιοι δὲ ἐπὶ τὸν πρὸς βασιλέα πόλεμον Θίβρωνα καταστήσαντες ἡγεμόνα χιλίους μὲν τῶν πολιτῶν ἔδωκαν, παρὰ δὲ τῶν συμμάχων ἐκέλευσαν στρατολογεῖν ὅσους ἂν αὐτῷ φαίνηται συμφέρειν.

ὁ δὲ Θίβρων πορευθεὶς εἰς Κόρινθον, κἀκεῖ παρὰ τῶν συμμάχων μεταπεμψάμενος στρατιώτας, ἐξέπλευσεν εἰς Ἔφεσον ἔχων οὐ πλείους πεντακισχιλίων. ἐκεῖ δὲ ἔκ τε τῶν ἰδίων πόλεων καὶ τῶν ἄλλων ὡς δισχιλίους καταγράψας, ἀνέζευξε τοὺς πάντας ἔχων πλείους ἑπτακισχιλίων. διελθὼν δʼ ὡς ἑκατὸν εἴκοσι σταδίους πρὸς Μαγνησίαν ἧκεν, ἧς ἦρχε Τισσαφέρνης· ταύτην δʼ ἐξ ἐφόδου παραλαβών, καὶ ταχέως ἐπὶ Τράλλεις τῆς Ἰωνίας πορευθείς, ἐπεχείρησε πολιορκεῖν τὴν πόλιν· οὐδὲν δὲ δυνάμενος πρᾶξαι διʼ ὀχυρότητα, πάλιν εἰς Μαγνησίαν ἀπεχώρησεν.

ταύτης δʼ οὔσης ἀτειχίστου, καὶ διὰ τοῦτο φοβούμενος μήποτε χωρισθέντος αὐτοῦ κυριεύσῃ τῆς πόλεως ὁ Τισσαφέρνης, μετῴκισεν αὐτὴν πρὸς τὸ πλησίον ὄρος, ὃ καλοῦσι Θώρακα· αὐτὸς δʼ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν τοὺς στρατιώτας ἐνέπλησε παντοίας ὠφελείας. Τισσαφέρνους δὲ μετὰ πολλῆς ἵππου παραγενομένου διευλαβηθεὶς ἀνέστρεψεν εἰς Ἔφεσον.