Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία. τούτων δʼ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι· οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.

πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων· τῇ δʼ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατʼ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.

ὡς δʼ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δʼ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθʼ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.

ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις· ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ. τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν· λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.

ἐφʼ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον· ὡς δʼ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνθρώποις ἐσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήθησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινας παρεγενήθησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔθνος.

τῶν δὲ βαρβάρων συστραφέντων ἐπʼ αὐτοὺς ἐκράτησαν μάχῃ καὶ πολλοὺς ἀνεῖλον. συμφυγόντων δʼ εἴς τι χωρίον, ἐν ᾧ κατῴκουν ἑπτωρόφους ἔχοντες ξυλίνους πύργους, συνεχεῖς προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλαν. ἦν δὲ τὸ χωρίον τοῦτο μητρόπολις τῶν ἄλλων ἐρυμάτων, ἐν ᾧ καὶ ὁ βασιλεὺς αὐτῶν κατῴκει τὸν ὑψηλότατον τόπον ἔχων.

ἔθος δʼ ἔχει πάτριον μένειν ἐν αὐτῷ τὸν πάντα βίον, κἀκεῖθεν διαδιδόναι τοῖς ὄχλοις τὰ προστάγματα. βαρβαρώτατον δʼ ἔφασαν οἱ στρατιῶται τοῦτο διεληλυθέναι τὸ ἔθνος, καὶ ταῖς μὲν γυναιξὶν αὐτοὺς πλησιάζειν ἁπάντων ὁρώντων, τοὺς δὲ παῖδας τῶν πλουσιωτάτων τρέφεσθαι καρύοις ἑφθοῖς, ἅπαντας δʼ ἐκ παιδὸς στίγμασι τόν τε νῶτον καὶ τὰ στήθη καταπεποικίλθαι. ταύτην μὲν οὖν τὴν χώραν ἐν ἡμέραις ὀκτὼ διεπορεύθησαν, τὴν δʼ ἐχομένην ἐν τρισίν, ἣν ἐκάλουν Τιβαρηνήν.