Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ βασιλεὺς βέλτιον ἔχων ἀπὸ τοῦ τραύματος, ὡς ἐπύθετο τὴν τῶν ἐναντίων ὑποχώρησιν, νομίσας αὐτοὺς φεύγειν, ὥρμησε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν.

καταλαβὼν δʼ αὐτοὺς διὰ τὸ βραδέως ὁδοιπορεῖν, τότε μὲν ἤδη νυκτὸς οὔσης ἐγγὺς τὴν στρατοπεδείαν ἐποιήσατο, ἅμα δʼ ἡμέρᾳ διατασσόντων τῶν Ἑλλήνων τὸ στρατόπεδον εἰς μάχην, πέμψας τοὺς ἀγγέλους κατὰ μὲν τὸ παρὸν εἰς τρεῖς ἡμέρας ἀνοχὰς ἐποιήσατο·

ἐν δὲ ταύταις συνεφώνησαν, ὥστε αὐτὸν μὲν φιλίαν παρασχέσθαι τὴν χώραν καὶ τοὺς ἡγησομένους ἐπὶ θάλατταν δοῦναι καὶ τοῖς διεξιοῦσιν ἀγορὰν παρέχειν, τοὺς δὲ μετὰ Κλεάρχου μισθοφόρους καὶ τοὺς μετʼ Ἀριδαίου πάντας πορεύεσθαι διὰ τῆς χώρας μηδὲν ἀδίκημα ποιοῦντας.

μετὰ δὲ ταῦθʼ οὗτοι μὲν περὶ τὰς ὁδοιπορίας ἐγίνοντο, τὴν δὲ δύναμιν ὁ βασιλεὺς ἀπήγαγεν εἰς Βαβυλῶνα. ἐκεῖ δὲ τῶν κατὰ τὴν μάχην ἀνδραγαθησάντων κατʼ ἀξίαν ἕκαστον τιμήσας ἔκρινε πάντων ἄριστον γεγενῆσθαι Τισσαφέρνην. διὸ καὶ μεγάλαις αὐτὸν τιμήσας δωρεαῖς ἔδωκε τὴν ἑαυτοῦ θυγατέρα πρὸς συμβίωσιν, καὶ τὸ λοιπὸν διετέλει πιστότατον αὐτὸν ἔχων φίλον· ἔδωκε δʼ αὐτῷ καὶ τὴν ἡγεμονίαν ὧν Κῦρος ἐπὶ θαλάττης ἦρχε σατραπειῶν.

ὁ δὲ Τισσαφέρνης θεωρῶν τὸν βασιλέα διʼ ὀργῆς ἔχοντα τοὺς Ἕλληνας, ἐπηγγείλατʼ αὐτῷ ἅπαντας ἀνελεῖν, ἐὰν αὐτῷ μὲν δυνάμεις δῷ, πρὸς δὲ Ἀριδαῖον διαλλαγῇ· προδοθήσεσθαι γὰρ ὑπὸ τούτου τοὺς Ἕλληνας κατὰ τὴν ὁδοιπορίαν. ὁ δὲ βασιλεὺς ἀσμένως τοὺς λόγους δεξάμενος τούτῳ μὲν ἔδωκεν ἐξ ἁπάσης τῆς δυνάμεως ἐπιλέξαι τοὺς κρατίστους ὅσους προαιροῖτο.

--- ἄλλοις γε ἡγεμόσιν ἐλθεῖν καὶ κατὰ πρόσωπον ἀκοῦσαι τῶν λόγων. διόπερ οἵ τε στρατηγοὶ σχεδὸν ἅπαντες μετὰ Κλεάρχου καὶ τῶν λοχαγῶν ὡς εἴκοσι πρὸς Τισσαφέρνην ἦλθον· καὶ στρατιωτῶν δὲ πρὸς ἀγορὰν ἐλθεῖν βουλομένων ἠκολούθησαν ὡς διακόσιοι.

Τισσαφέρνης δὲ τοὺς μὲν στρατηγοὺς εἰς τὴν σκηνὴν ἐκάλεσεν, οἱ δὲ λοχαγοὶ πρὸς ταῖς θύραις διέτριβον. καὶ μετʼ ὀλίγον ἐκ τῆς Τισσαφέρνους σκηνῆς ἀρθείσης φοινικίδος ὁ μὲν τοὺς στρατηγοὺς ἔνδον συνέλαβε, τοὺς δὲ λοχαγοὺς οἷς ἦν συντεταγμένον ἐπελθόντες ἀνεῖλον, ἄλλοι δὲ τοὺς ἐπὶ τὴν ἀγορὰν ἥκοντας τῶν στρατιωτῶν ἀνῄρουν· ἐξ ὧν εἷς φυγὼν εἰς τὴν ἰδίαν παρεμβολὴν ἐδήλωσε τὴν συμφοράν.