Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐκ δὲ θατέρου μέρους Ἀριδαῖος ὁ Κύρου σατράπης τεταγμένος ἐπὶ τῆς ἡγεμονίας τὸ μὲν πρῶτον εὐρώστως ἐδέξατο τοὺς ἐπιόντας βαρβάρους· μετὰ δὲ ταῦτα τῆς φάλαγγος ἐπὶ πολὺ παρεκτεινούσης κυκλούμενος καὶ τὴν Κύρου τελευτὴν πυθόμενος, ἔφυγε μετὰ τῶν ἰδίων στρατιωτῶν πρός τινα τῶν ἰδίων σταθμῶν, ἔχοντα καταφυγὴν οὐκ ἀνεπιτήδειον.

Κλέαρχος δὲ θεωρῶν τήν τε μέσην τάξιν καὶ τἄλλα μέρη τῶν συμμάχων τετραμμένα, τοῦ μὲν διώκειν ἀπέστη, τοὺς δὲ στρατιώτας ἀνακαλούμενος καθίστα· εὐλαβεῖτο γὰρ μήποτε πάσης τῆς δυνάμεως ἐπὶ τοὺς Ἕλληνας ἐλθούσης κυκλωθῶσι καὶ πάντες ἀπόλωνται.

οἱ δὲ μετὰ τοῦ βασιλέως ταχθέντες ἐπειδὴ τὰ καθʼ αὑτοὺς ἐτρέψαντο, πρῶτον μὲν τὴν ἀποσκευὴν τοῦ Κύρου διήρπασαν, μετὰ δὲ ταῦτα ἤδη νυκτὸς ἐπελθούσης ἀθροισθέντες ἐπὶ τοὺς Ἕλληνας ὥρμησαν· ὧν δεξαμένων τὴν ἔφοδον εὐγενῶς, ὀλίγον μὲν χρόνον ὑπέμενον οἱ βάρβαροι, μετʼ ὀλίγον δὲ ταῖς τόλμαις καὶ ταῖς εὐχειρίαις νικώμενοι πρὸς φυγὴν ὥρμησαν.

οἱ δὲ περὶ Κλέαρχον πολλοὺς τῶν βαρβάρων ἀνελόντες, ὡς ἤδη νὺξ ἦν, ἀναχωρήσαντες τρόπαιον ἔστησαν, καὶ περὶ δευτέραν σχεδὸν φυλακὴν ἔφθασαν εἰς τὴν παρεμβολήν.

τῆς δὲ μάχης τοιοῦτον τέλος λαβούσης ἀνῃρέθησαν τῶν τοῦ βασιλέως πλείους τῶν μυρίων πεντακισχιλίων, ὧν τοὺς πλείστους ἀνεῖλον οἱ μετὰ Κλεάρχου ταχθέντες Λακεδαιμόνιοί τε καὶ μισθοφόροι.

ἐκ δὲ θατέρου μέρους τῶν Κύρου στρατιωτῶν ἔπεσον περὶ τρισχιλίους· τῶν δὲ Ἑλλήνων φασὶν ἀναιρεθῆναι μὲν οὐδένα, τρωθῆναι δʼ ὀλίγους.

τῆς δὲ νυκτὸς παρελθούσης Ἀριδαῖος ὁ πεφευγὼς εἰς τὸν σταθμὸν ἀπέστειλέ τινας πρὸς τὸν Κλέαρχον, παρακαλῶν πρὸς ἑαυτὸν ἀπαγαγεῖν τοὺς στρατιώτας καὶ κοινῇ διασώζεσθαι πρὸς τοὺς ἐπὶ θάλατταν τόπους· ἀνῃρημένου γὰρ Κύρου καὶ τῶν τοῦ βασιλέως δυνάμεων ὑπερεχουσῶν, ἀγωνία πολλὴ κατέσχε τοὺς τετολμηκότας ἐπὶ τῇ καταλύσει τῆς Ἀρταξέρξου βασιλείας στρατεύεσθαι.