Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀθηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπῄτουν.

ταῦτα δʼ ἔπραττον προφάσεις αὑτοῖς εὐλόγους καὶ πιθανὰς ἀρχὰς ζητοῦντες πολέμου. οὐ προσεχόντων δὲ τῶν Ἠλείων, ἀλλὰ καὶ προσεγκαλούντων ὅτι τοὺς Ἕλληνας καταδουλοῦνται, τὸν ἕτερον τῶν βασιλέων Παυσανίαν ἐπʼ αὐτοὺς ἀπέστειλαν μετὰ στρατιωτῶν τετρακισχιλίων.

συνηκολούθουν δʼ αὐτῷ πολλοὶ στρατιῶται καὶ παρὰ τῶν συμμάχων σχεδὸν ἁπάντων πλὴν Βοιωτῶν καὶ Κορινθίων· οὗτοι δὲ δυσχεραίνοντες τοῖς ὑπὸ Λακεδαιμονίων πραττομένοις οὐ μετέσχον τῆς ἐπὶ τὴν Ἦλιν στρατείας.

ὁ δʼ οὖν Παυσανίας κατʼ ἔφοδον τῆς Ἀρκαδίας ἐμβαλὼν εἰς τὴν Ἦλιν Λασίωνα μὲν φρούριον εὐθὺς εἷλεν ἐξ ἐφόδου, μετὰ δὲ ταῦτα διὰ τῆς Ἀκρωρείας ἀγαγὼν τὸ στρατόπεδον τέτταρας πόλεις προσηγάγετο, Θραῖστον, Ἅλιον, Ἐπιτάλιον, Ὀποῦντα.

ἐκεῖθεν δὲ τῇ Πύλῳ προσστρατοπεδεύσας εὐθὺς καὶ τοῦτο τὸ χωρίον παρέλαβεν, ἀπέχον τῆς Ἤλιδος σταδίους ὡς ἑβδομήκοντα. μετὰ δὲ ταῦτʼ ἐπʼ αὐτὴν πορευθεὶς τὴν Ἦλιν ἐπὶ τῶν πέραν τοῦ ποταμοῦ λόφων κατεστρατοπέδευσεν. Ἠλεῖοι δὲ μικρὸν ἔμπροσθεν ἦσαν παρʼ Αἰτωλῶν εἰληφότες συμμάχους ἐπιλέκτους ἄνδρας χιλίους, οἷς τὸν περὶ τὸ γυμνάσιον τόπον δεδώκεισαν φυλάττειν.

τοῦ δὲ Παυσανίου τοῦτον τὸν τόπον πρῶτον ἐπιχειρήσαντος πολιορκεῖν καταπεφρονηκότως, ὡς οὐδέποτʼ ἂν τολμησάντων Ἠλείων ἐπεξελθεῖν, ἐξαίφνης οἵ τε Αἰτωλοὶ καὶ πολλοὶ τῶν πολιτῶν ἐκχυθέντες ἐκ τῆς πόλεως κατεπλήξαντο τοὺς Λακεδαιμονίους, καὶ σχεδὸν τριάκοντα αὐτῶν κατέβαλον.

ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθʼ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν.

ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν.