Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ πραχθέντων ὁ μὲν ἐνιαύσιος χρόνος παρεληλύθει, παρὰ δὲ τοῖς Ἀθηναίοις ἦρχε Θεόδοτος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν εἶχον χιλίαρχοι ἕξ, Κόιντος Καίσων Σουλπίκιος, Αἶνος Καίσων Φάβιος, Κόιντος Σερουίλιος, Πόπλιος Κορνήλιος.

τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι κακοπαθοῦντες τῷ πολέμῳ τῷ τε πρὸς τοὺς Ἕλληνας καὶ τῷ πρὸς τοὺς Πέρσας, Ἀνταλκίδαν τὸν ναύαρχον ἐξαπέστειλαν πρὸς Ἀρταξέρξην ὑπὲρ εἰρήνης.

διαλεχθέντος δʼ αὐτοῦ περὶ ὧν ἦν ἀπεσταλμένος ἐνδεχομένως, ὁ βασιλεὺς ἔφησεν ἐπὶ τοῖσδε ποιήσασθαι τὴν εἰρήνην· τὰς μὲν κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ὑπὸ βασιλέα τετάχθαι, τοὺς δʼ ἄλλους Ἕλληνας ἅπαντας αὐτονόμους εἶναι· τοῖς δὲ ἀπειθοῦσι καὶ μὴ προσδεχομένοις τὰς συνθήκας διὰ τῶν εὐδοκούντων πολεμήσειν.

οἱ μὲν οὖν Λακεδαιμόνιοι τούτοις εὐδοκήσαντες ἡσυχίαν ἦγον, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καί τινες ἕτεροι τῶν Ἑλλήνων βαρέως ἔφερον ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφθαι· καθʼ αὑτοὺς δὲ οὐκ ὄντες ἀξιόμαχοι, κατʼ ἀνάγκην συνεχώρησαν καὶ προσεδέξαντο τὴν εἰρήνην.

καὶ ὁ μὲν βασιλεὺς διαλυθείσης τῆς πρὸς τοὺς Ἕλληνας διαφορᾶς παρεσκευάζετο τὰς δυνάμεις εἰς τὸν Κυπριακὸν πόλεμον· ὁ γὰρ Εὐαγόρας σχεδὸν ὅλην τὴν Κύπρον ἦν κεκτημένος καὶ δυνάμεις ἁδρὰς συνηθροίκει διὰ τὸ τὸν Ἀρταξέρξην τῷ πρὸς τοὺς Ἕλληνας πολέμῳ διεσπάσθαι.