Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διανυσάντων δʼ αὐτῶν τὸ πλεῖστον τῆς ὁδοῦ καὶ στρατοπεδευσάντων πρὸς τὸν Ἐλέπορον ποταμόν, ἀνέζευξεν ὁ Διονύσιος ἀπὸ τῆς πόλεως καὶ συνήντα τοῖς Ἰταλιώταις. ὁ μὲν οὖν Ἕλωρις μετὰ τῶν ἀρίστων πεντακοσίων προηγεῖτο τῆς δυνάμεως, ὁ δὲ Διονύσιος ἔτυχε μὲν ἀπὸ τεσσαράκοντα σταδίων ἐστρατοπεδευκὼς τῶν ἐναντίων, διὰ δὲ τῶν κατασκόπων μαθὼν ἐγγὺς ὄντας τοὺς πολεμίους, ὄρθρου τὴν δύναμιν ἐγείρας προήγαγεν εἰς τοὔμπροσθεν.

ἅμα δʼ ἡμέρᾳ τοῖς περὶ τὸν Ἕλωριν ὀλίγοις οὖσιν ἀπαντήσας ἄφνω προσεμάχετο, καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν ἀνοχὴν οὐδʼ ἡντινοῦν ἐδίδου τοῖς πολεμίοις.

ὁ δʼ Ἕλωρις εἰς πολλὴν ἐμπεσὼν ἀπορίαν, αὐτὸς μὲν μεθʼ ὧν εἶχεν ὑπέστη τοὺς ἐπιφερομένους, τῶν δὲ φίλων τινὰς ἀπέστειλεν ἐπὶ τὸ στρατόπεδον, ἐπισπεῦσαι τὰ πλήθη παρακελευόμενος. ὧν ταχέως ποιησάντων τὸ προσταχθέν, οἱ μὲν Ἰταλιῶται πυθόμενοι τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας δρομαῖοι παρῆσαν ἐπὶ τὴν βοήθειαν, ὁ δὲ Διονύσιος ἀθρόᾳ τῇ δυνάμει περιχυθεὶς τόν θʼ Ἕλωριν καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους σχεδὸν ἅπαντας ἀνεῖλε.

τῶν δʼ Ἰταλιωτῶν σποράδην διὰ τὴν σπουδὴν ἐκβοηθούντων, οἱ Σικελιῶται τὰς τάξεις διαφυλάττοντες ῥᾳδίως τῶν πολεμίων περιεγίνοντο. οὐ μὴν ἀλλʼ ἐπὶ μέν τινα χρόνον οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπέμενον τὸν κίνδυνον, καίπερ ἑαυτῶν πολλοὺς ὁρῶντες ἀναιρουμένους· ὡς δὲ τὴν τοῦ στρατηγοῦ τελευτὴν ἐπύθοντο καὶ διὰ τὸν θόρυβον ἀλλήλοις ἐμπίπτοντες ἠλαττοῦντο μεγάλως, τότε δὴ τελέως ἀθυμήσαντες ἐτράπησαν.